Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.lond.5.1661

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

βασιλείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαουίου Ἰουστινιανοῦ τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους εἰκοστοῦ ἑβδόμου μετὰ τὴν ὑπατείαν Φλαουίου Βασιλείου τοῦ ἐνδοξοτάτου ἔτουςἐτου δωδεκάτου Ἐπεὶφ λ δευτέρας ἰνδικτίονος. Φλαουίῳ Ἰουλιανῷ τῷ μεγαλοπρεπεστάτῳ ἀπὸ ἀρχόντων καὶ Μηνᾷ λαμπροτάτῳ σκρινιαρίῳ καὶ παγάρχαις τῆς Ἀνταιοπολιτῶν διὰ ὑμῶν Φλαουίων Διοσκόρου Ἀπολλῶτος καὶ Ἀπολλῶτος Ἰωάννου εὐδοκιμωτάτων πρωτοκωμητῶν κώμης Ἀφροδίτης τοῦ αὐτοῦ Ἀνταιοπολίτου νομοῦ παρὰ Αὐρηλίων Πεσαλοῦτος Ἰσιδώρου ἐκ μητρὸς Μαρίας καὶ Μηνᾶ Ἑρμαυῶτος ἐκ μητρὸς Τσώνης ἀπαιτητῶν τῶν λειτουργῶν τῆς αὐτῆς κώμης Ἀφροδίτης χαίρειν. ὁμολογοῦμεν διὰ ταύτης ἡμῶν τῆς ἐγγράφου ἀσφαλείας ὀφείλειν ὑμῖν καὶ χρεωστεῖν ἐν καθαρῷ καὶ ἀναμφιβόλῳ ὑπὲρ τῶν αὐτῶν λειτουργῶν ἤτοι φυλάκων τῆς αὐτῆς κώμης Ἀφροδίτης ὑπὲρ τῆς παρούσης δευτέρας ἰνδικτίονος χρυσοῦ νομισμάτια δώδεκα εὔσταθμα ζυγῷ δημοσίῳ, γίνεται χρυσοῦ νομισμάτια ιβ εὔσταθμα ζυγῷ δημοσίῳ, καὶ ταῦτα ἑτοίμως ἔχομεν παρασχεῖν ὑμῖν ἐν τρισὶ καταβολαῖς τοῦ δημοσίου ἑκάστης καταβολῆς χρυσοῦ νομισμάτια τέσσαρα εὔσταθμα καθὼς εἴρηται δίχα τινὸς ἀντιλογίας καὶ ὑπερθέσεωςὑπερθεως ἐπάναγκες παντοίας ἡμῶν υμ εὐπορίας κατεχομένης ὑφʼ ὑμῶν ἄχρι ἀποδόσεωςαποδωσεως καὶ συμπληρώσεως παντὸς τοῦ εἰρημένου χρυσίου καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν δηλονότι ἐξ ἀλληλεγγύης καὶ ἀλληλανάδοχοι καὶ ὑπὲρ ἀλλήλων ἀναδεχομένων καὶ ὑπεθέμεθα ὑμῖν καὶ ἐνεχύρου λόγῳ καὶ ὑποθήκης δικαίῳ πάντα τὰ ὑπάρχοντα ἡμῖν καὶ ὑπάρξοντα γενικῶς καὶ ἰδικῶς εἰς τὰ προ κείμενα οἱῳδήποτε ὀφειλήματιὀφιλήματι μέχρι ἐπιλύσεως τοῦ προκειμένου χρυσίου τῶν αὐτῶν δώδεκα εὐστάθμων δημοσίῳ ζυγῷ νομισμάτων καὶ ἐπὶ τούτῳ καὶ πᾶσι ἐπ ερωτηθέντες ὡμολογήσαμεν. παρὰ Αὐρηλίων Πισαλοῦτος Ἰσιδώρου καὶ Μηνᾶ Ἑρμαυῶτος ὡς πρόκειται συμφωνεῖ πάντα ὡς πρόκειται. Αὐρήλιος Ψάϊς Βίκτορος ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτῶν γράμματαγράματα μὴ εἰδότων. Βίκτωρ Φοιβάμμωνος πρεσβύτερος μαρτυρῶ τῇ ὀφειλῇὀφιλῇ ἀκούσας παρὰ τῶν θεμένων. Φλαούιος ΒίκτωρΒικτορος μαρτυρῶ τῇ ὀφειλῇὠφειλῇ ἀκούσας παρὰ τῶν θεμένων. διʼ ἐμοῦ Πιλάτου νομικοῦ ἐγράφη. γραμμ παρὰ Πισαλοῦτος Ἰσιδώρου καὶ Μηνᾶ Ἑρμαυῶτος χρυσοῦ νομισμάτων ιβ εὐστάθμων δημοσίῳ.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.