Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.cair.masp.1.67094

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

βασιλείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαυΐου Ἰουστινιανοῦ τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους εἰκόστου ἕκτου, μετὰ τὴν ὑπατείαν Φλαυίου Βασιλείου τοῦ ἐνδοξοτάτου ἔτους δωδεκάτου, Φαρμοῦθι πρώτης ἰνδικτίονος Φλαυίῳ Ἰουλιανῷ τῷ μεγαλοπρεπεστάτῳ παγάρχῃ τῆς Ἀνταιοπολιτῶν, διὰ Φλαυίου Διοσκόρου Ἀπολλῶτος καὶ Ἀπολλῶτος Ἰωάννου, εὐδοκιμωτάτων πρωτοκωμητῶνπροτωκωμητ κώμης Ἀφροδίτης τοῦ αὐτοῦ Ἀνταιοπολίτου νομοῦ, παρὰ τῶν ἑξῆς ὑπογραφόντων ὁμολογούντων τὰ ὑποτεταγμένα, ἑκάστου ἐνεχομένου τῇ ἰδίᾳ αὐτοῦ ὑπογραφῇ, χαίρειν. ὁμολογοῦμεν ἑκουσίως καὶ αὐθαιρέτως, ἐπομνύμενοι τόν τε παντοκράτορα Θεόν, καὶ τὴν νίκην καὶ σωτηρίαν τοῦ καλλινίκου ἡμῶν δεσπότου Φλαυίου Ἰουστινιανοῦ τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος, ἐγγυᾶσθαι καὶ ἀναδεδέχθαι τῇ ὑμῶν μεγαλοπρεπείᾳ, μόνης καὶ ἐμφανείας, Ἐνὼχ Ἰωάννου, εὐλαβέστατον ἀναγνώστην, ἐπὶ τῷ αὐτὸν ἐμμεῖναι καὶ εὑρεθῆναιεὑρηθῆναι ἐν τῇ αὐτῇ κώμῃ Ἀφροδίτης ἄνευ οἵας δήποτε καταφρονήσεως καὶ αἰσχρᾶς πράξεως, καὶ ὁπόταν ζητηθείη παρʼ ὑμῶν καὶ μὴ εὑρεθείηεὑρηθείη, ἑτοίμως ἔχομεν ἡμεῖς οἱ τούτου ἐγγυηταὶ διδόναι καὶ καταβαλεῖν ἐπὶ τὴν ὑμετέραν μεγαλοπρέπειαν ὑπὲρ τῆς αὐτοῦ ἀπολείψεως χρυσοῦ νομίσματα ἕξ· γίνεται χρυσοῦ νομίσματα ϛ, καὶ μηδαμῶς αὐτὸν ἀπολείπεσθαι ἢ ἔνοχοι εἴημεν τῷ θείῳ ὅρκῳ καὶ τῷ περὶ τούτουτούτωτουτου ἐπηρτημένῳἐπηρτημμένῳυπερτημμενω κινδύνῳ. καὶ ἐφʼ ἅπαντα ἐπερωτηθέντες ὡμολογήσαμεν . Πέτροςὡμολογήσαμεν . Πέτρος Ἀπολλῶτος, ὑποδιάκονος τοῦ ἁγίου τόπου Ἄπα Ὡρουωγχίου μάρτυρος, ἐγγυῶμαιἐγγυο͂μαι τὸν προκείμενον Ἐνὼχ εἰς χρυσοῦ νομισμάτια δύο . καὶ Αὐρήλιοι Φὶβ Ἀραοῦτος καυνακοποιὸςκουνακοποιὸς ικουνακοπσι ἐγγυῶμαι τὸν προκείμενον Ἐνὼχ εἰς χρυσοῦ νομισμάτια δύο , καὶ ἸωάννηςἸωαννο Κυριακοῦ εἰς χρυσοῦ νομισμάτιον ἓν καὶ ἸωάννηςἸωαννο Ψενθαησίου εἰς χρυσοῦ νομισμάτιον ἕν , ὁμοῦ νομίσματα ἕξ· γίνεται νομίσματα ϛ. καὶ ὠμόσαμενὀμόσαμεν τὸν θεῖον τὸν θεῖον ὅρκον ὡς πρόκειται. Αὐρήλιος Ἀπολλὼς Ἰσακίου, ἀξιωθεὶς, ἔγραψα ὑπὲρ αὐτῶν γράμματα μὴ εἰδότων. Βίκτωρμὴ εἰδότων. Βίκτωρ Προμαύωτος πρεσβύτερος μαρτυρῶ τῇ ἐγγύῃἐνγηομαι ἀκούσας παρὰπαρ τῶν θεμένων. Μωυσῆςθεμένων. Μωυσῆς Φοιβάμωνος διάκονος μαρτυρῶ τῇ ἐγγύῃἐνγυομαι ἀκούσας παρὰ τῶν θεμένων. διʼ ἐμοῦθεμένων. διʼ ἐμοῦ Πιλάτου νομικοῦ ἐγράφη

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.