Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.oxy.19.2238
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου Φλαουίου Ἰουστινιανοῦ τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους κε, τοῖς τὸ θ μετὰ τὴν ὑπατείανὑπατίαν Φλαουίου Βασιλίου τοῦ λαμπροτάτου Μεσορὴ ιδ ἰνδικτίονος ιδ ἀρχῇ ιε ἐν Ὀξυρύγχων πόλει. τῷ θαυμασιωτάτῳ Μηνᾷ υἱῷ τοῦ μακαρίου Πραοῦτος ἐπικειμένῳ τῆς ἁγίας καθολικῆς ἐκκλησίας τῆς Ὀξυρυγχιτῶν πόλεως Αὐρήλιοι Φοιβάμμων καὶ Ἠλίας ὁμογνήσιοι ἀδελφοὶ ἐκ πατρὸς Ἀνοῦπ μητρὸς Τεκράμπε καὶ Παντάρου υἱὸς Φὶβ μητρὸς Ῥαχὴλ οἱ τρεῖς ὁρμώμενοι ἀπὸ κτήματος Λιθίνηςνης τοῦ Ὀξυρυγχίτου νομοῦ διαφέροντος τῇ αὐτῇ ἁγίᾳ καθολικῇ ἐκκλησίᾳ χαίρειν. ὁμολογοῦμεν ἑκουσίᾳ γνώμῃ καὶ αὐθαιρέτῳ προαιρέσει ἐπομνύμενοι θεὸν παντοκράτορα καὶ τὴν εὐσέβειαν τῆς καλλινίκου τύχης ἐγγυᾶσθαι καὶ ἀναδέχεσθαι παρὰ τῇ ὑμῶν θαυμασιότητιτῆς ὑμῶν θαυμασιότητος Αὐρήλιον Ὀννῶφριν υἱὸν Παμουθίου γενομένου διακόνου μητρὸς Θέκλας ὁρμώμενον καὶ αὐτὸν ἀπὸ τοῦ αὐτοῦ κτήματος καὶ πρὸ τούτου παραμένοντα αὐτῇ ἐν τάξει δουλελευθέρουδουλειευθερου ἐφʼ ᾧ τε ἡμᾶς παρασκευάσαι αὐτὸν δοῦναι τῇ ὑμῶν θαυμασιότητι τὰ ἀπόλοιπατἀπόλοιπα τοῦ αὐτῆς χρυσοῦ τοῦ κλαπέντος παρʼ αὐτοῦ ἐν τῷ ὑμῶν οἴκῳ πρὸ ὀλίγων τούτων ἡμερῶν καὶ ὁτε δήποτε ἐπιζητούμενον αὐτὸν πρὸς ἡμᾶς παρὰ τῆς σῆς θαυμασιότητος ἐν οἱᾳ δήποτε ἡμέρᾳ ταύτης ἕνεκεν τῆς αἰτίας τοῦτοντοῦτων παραφέρομεν καὶ παραδώσομενπαραδόσομεν δημοσίᾳ ἐπὶ ταύτης τῆς πόλεως ἐκτὸς ἁγίων περιβόλων καὶ θείων χαρακτήρων καὶ παντὸς τόπου προσφυγῆς, ἔνθα αὐτὸν καὶ παρειλήφαμεν ἐν τῇ φυλακῇ τοῦ νοσοκομίου τῆς αὐτῆς ἁγίας ἐκκλησίας ἐκτὸς οἱουδήποτε λόγου δοθέντος αὐτῷ ἢ δοθησομένου, εἰς τοῦτοτουτω μόνον τὸ κεφάλαιον ἢ εἰ μὴ τοῦτο ποιήσομεν ὁμολογοῦμεν ἐξ ἀλληλεγγύης, ἡμεῖς οἱ τούτου ἐγγυηταὶ ὑπεύθυνοι εἶναι πᾶσιν τοῖς πρὸς αὐτὸν ἐπιζητουμένοις ἀποκρίνασθαι ὑποθέμενοι εἰς τὸ δίκαιον ταύτης τῆς ἐγγύης ἅπαντα ἡμῶν τὰ ὑπάρχοντα καὶ ὑπάρξοντα εἰδικῶςἰδικῶς καὶ γενικῶς ἐνεχύρου λόγῳ καὶ ὑποθήκης δικαίῳ. κυρία ἡ ἐγγύη ἁπλῆ γραφεῖσα καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. Αὐρήλιοι Φοιβάμμων καὶ Ἠλίας ὁμογνήσιοι ἀδελφοὶ ἐκ πατρὸς Ἀνοῦπ καὶ Παντάρου υἱὸς Φὶβ οἱ προγεγραμμένοι πεποιήμεθα τήνδε τὴν ἐγγύην ἀναδεχόμενοιἀποδεχόμενοι τὸν αὐτὸν Ὀννῶφριν ἐπὶ πᾶσιν τοῖς προαναφερομένοιςυἱὸν Παμουθίου συναναφερόμενοι ἐν ταύτῃ τῇ ἐγγύῃ κινδύνῳκίνδυνον ἡμῶν καὶ τῆς ἡμῶν ὑποστάσεως καὶ συμφωνεῖ ἡμῖν πάνταεὐπορίας καὶ τῶν διαφερόντων ἡμῖν πάντωνπάντον ὡς πρόκειται καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν καὶ ἀπελύσαμεν. Ἀπολλῶς υἱὸς Ἀπανακίου ἀξιωθεὶςἈππιανὸς διάκων ἔγραψα ὑπὲρ αὐτῶν ἀγραμμάτων ὄντων. di emu Victoros eteliothe ιδ ἰνδικτίωνοςἰνδικτίονοςἰδικ ιδ.Cross-references (3)
- TM-Text 22187 primary
- DDbDP-Text p.oxy;19;2238 tier-1
- HGV-Text 22187 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.