Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.fam.tebt.43

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

Ἀρτεμίδωρος νομάρχης Ἀντινόου πόλεως Δαμαρίωνι στρατηγῶι Θεμίστου καὶ πολέμωνος μερίδων τῶι φιλτάτωι χαίρειν. τῶν δοθέντων μοι βιβλιδίωνβιβλειδίων ἐξ ἀνα πομπῆς τοῦ κρατίστου ἐπιστρατήγου Οὐεττίου Τύρβωνος παρὰ Λυσιμάχου τοῦ καὶ Διδύμου Ἡρακλείδου Ματιδείου τοῦ καὶ Καλλιτεκνείου ἴσον σοι ἔπεμψα, φίλτατε, ὅπως πέμψῃς ἐνθάδε τὸν διʼ αὐτοῦ δηλού μενον Σερῆνον κριθησόμενον κατὰ τὰ ἐπὶ Ἀντινοέων διατεταγμένα. ἐρρῶσθαί σε εὔχομαι φίλτατε. ἔτους κβ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνίνου Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Σαρματικοῦ Γερμανικοῦ Μεγίστου Μεσορὴ β. Ἀρτεμιδώρῳ νομάρχῃ Ἀντινόου πόλεως παρὰ Λυσιμάχου τοῦ καὶ Διδύμου Ἡρακλείδου Ματιδίου τοῦ καὶ Καλλιτεκνίου. οὗ ἐπέδωκα Οὐεττίῳ Τούρβωνι τῷ κρατίστῳ ἐπιστρατήγῳ βιβλιδίου καὶ ἧς ἔτυχον ὑπʼ αὐτοῦ ὑπογραφῆς ἀντίγραφον ὑπέταξα καὶ ἀξιῶ σε ἐπιστεῖλαι τῷ τῆς Θεμίστου καὶ Πολέμωνος μερίδων τοῦ Ἀρσινοείτου στρατηγῷ πέμψαι ἐνθάδε τὸν διʼ αὐτοῦ δηλούμενον κριθησόμενόν μοι κατὰ τὰ ἐπʼ Ἀντινοέων διατεταγμέ να. διευτύχει. ἔστι δέ· Οὐεττίῳ Τούρβωνι τῷ κρατίστῳ ἐπιστρατήγῳ παρὰ Λυσιμάχου τοῦ καὶ Διδύμου Ἡρα κλείδου Ματιδείου τοῦ καὶ Καλλιτεκνίου Ἀντινοέως. ἐδάνεισαἐδάνισα, κύριε, Δίῳ Χαιρήμονος τοῦ Χαιρήμονος ἀπὸ κώμης Ταλεὶ τῆς Πολέμωνος τοῦ Ἀρ σινοείτου νομοῦ κατὰ δισσὸν ἰδιόγραφον αὐτοῦ χει ρόγραφον ἀργυρίου κεφαλαίου δραχμὰς διακοσίας τεσσαράκοντατεσσεράκοντα τόκου δραχμιαίου ἑκάστης μνᾶς τὸν μῆνα ἕκαστον τῷ ιη ἔτει Αὐρηλίου Κομμόδου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου καὶ Θεοῦ Αὐρηλίου Ἀντωνίνου μη νὶ Ἁθύρ, καὶ μήπω τῆς ἀποδόσεως γεγενημένης ὁ προγεγραμμένος Δῖος ἐτελεύτησεν ἐπὶ κληρο νόμοις. ἐπεὶ οὖν ὁ τούτων ἐπίτροπος Σερῆνος οὐ βούλεται τὴν ἀπόδοσίν μοι ποιήσασθαι τοῦ τε κεφαλαίου καὶ τῶν τόκων διαβάλλων με μίαν ἐκ μιᾶς , καταφρονῶν μου τῆς ἐνταῦθα ἐπιμονῆς, δέομαι, ἐάν σου τῇ τύχῃ δόξῃ, κελεῦσαι γραφῆναι τῷ τῆς Θεμίστου καὶ Πολέμωνος μερίδων τοῦ Ἀρ σινοείτου στρατηγῷ πέμψαι τὸν προγεγραμμέ νον Σερῆνον ἐνθάδε εἰς τὴν Ἀντινόου κατὰ τὰ ἐ πʼ Ἀντινοέων διατεταγμένα κριθησόμενόν μοι περὶ τούτου πρὸς τὸ δύνασθαί με ἐκ τῆς σῆς βοηθείαςβοη θίας ἀπολαβεῖν τὸ ἴδιον καὶ διὰ παντὸς εὐχαρισ τεῖν σου τῇ τύχῃ, ἵνʼ ὦ εὐεργετημένος. διευτύχει. Λυσίμαχος ὁ καὶ Δίδυμος ἐπιδέδωκα. ἔτους κβ Ἁδριανοῦ λ. ἔντυχε τῷ νομάρχῃ, ὃς τὴν ἀξίωσίν σου δο κιμάσει. ἀπόδος. ἕως τούτου τὸ ἀντίγραφον. ἔτους κβ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνίνου Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Σαρματικοῦ Γερμανικοῦ Μεγίστου, Ἐπεὶφ κγ. Λυσίμαχος ὁ καὶ Δίδυμος ἐπιδέδωκα. Δαμαρίωνι στρατηγῷ Ἀρσινοείτου Θεμίστου καὶ Πολέμωνος μερίδων.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.