Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.lips.2.145r

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ωι Τινηίωι Δημητρίωι ἐπάρχωι Αἰγύπτου παρὰ Ἀντωνίου Δόμνου τοῦ καὶ Φιλαντινόου Ἀντωνίου Ῥωμανοῦ Τραιανείου τοῦ καὶ Στρατείου Ἀντινοέως. ουν ημων, ἡγεμὼν λαμπρότατε, αἴτιός ἐστιν ς δοκεῖν περὶ τῶν αὐτῶν προσέρχεσθαι, ἀλλὰ γὰρ πρὸς τὰ κελευόμενα πολὺ δύνανται ἡ δὲ σὴ ω κατʼ ἐμὲ ἐπεισελεύσεται σπερ ειωσι. ἵνα δὲ μὴ πολλὰ περὶ τῶν αὐτῶν λέγω· οὗ ἀνέτεινα τῷ κρατίστῳ Ἰουλίῳ Λικιννιανῷ διαδεχομένῳ καὶ τὰ κατὰ τὴν διοίκησιν βιβλιδίου ὧ πάντα τὰ τοῦ πράγματος ἐγγέγραπται καὶ ἧς οὗτος κατὰ τὸ ἀκόλουθον ἔγραψεν ἐπιστολῆς τῷ τῆς Ἡρακλεί δου μερίδος τοῦ Ἀρσινοείτου νομοῦ στρατηγῶ τὰ ἀντίγραφα ὑπο τάξας επι μηδενὸς γραφέντα ε τοῦ ἀντιδίκου ων επαωσχυος ἀξιῶ, ἐάν σου τῇ τύχῃ δόξῃ, κελεῦσαι γραφῆναι τῷ στρατηγῷ τὰ ἀκὸλουθα τοῖς ὑπὸ Ἰουλίου Λικιννιανοῦ ἐπισταλεῖσι πρᾶξαι καὶ τοῦ ἀντιδίκου ειν τοις διντ διευτύχει σχη ἔστι δέ· Ἰουλίω` Λικιννιανῷ τῷ κρατίστῳ πρὸς τῷ ἰδίῳ λόγῳ διαδεχομένω` καὶ τὰ κατὰ τὴν διοίκησιν παρὰ Ἀντωνίου Δόμνου τοῦ καὶ Φιλαντινόου Ἀντωνίου Ῥωμανοῦ Τραιανείου τοῦ καὶ Στρατείου Ἀντινοέως. ἐπόμνυμαί σου τὴν , κύριε, ὡς ἄκων καὶ παρὰ προαίρεσιν τὴν ἐμαυτοῦ ὥρμησα τὴν ἐντυχείαν, διὰ δὲ πολλὰ ἃ πέπονθα ὑπὸ Ὡρίωνος κωμογραμματέωςκωμωγραμματέως κώμης Φιλαδελφείας τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοείτου νομοῦ διʼ ἐργολαβείας ἃς ἔπαθον πρὸς καὶ γεινομεν εἰς τοῦτο ἐλήλυθα ἀμυνόμενος τὰ πραχθέντα ὑπʼ αὐτοῦ κατʼ ἐμοῦ. προστεταγμένου δὲ ὑπὸ πάντων ἁπλῶς τῶν προτέρων ἡγεμόνων μηδένα εἰς κωμογραμματείανκωμωγραμματείαν ἐνσείειν χωρὶς τοῦ καὶ τὰς προγενεστέρας χρείας ἐκτελέσαι καὶ πρακτορεῦ σαι ωνεντιν αγραφειαν τωλ οὐδὲ εἰς τοὺς ἀναγραφόμενος νῦν ἔτι εἰσῆλθε καὶ εἰς τοὺς λαογραφο σεν ἐνγραφῆναι καὶ οὕτως εἰς τὴν κωμογραμμα τείανκωμωγραμματείαν εἰσῆκεν οὔτε προλειτουργήσας ὡς προστέτακται οὔτε τὸν κεκελευσμένον πόρον ἐπὶ τούτοῳ ἔχων. π τού τοις τὸν καθʼ ἕνα ε ὡς ἐπὶ τοῦ ῥητοῦ διδάξω δέομαιδαίομαι ἀγανακτῆσαι ἐπὶ τούτοις καὶ κελεῦσαι γραφῆναι τῷ τοῦ νομοῦ στρατηγῷ ἀ ποσχέσθαι αὐτὸν τῆς τοιαύ της πράξεως ἑτέρου ἀντʼ αὐ τοῦ ἀναδοθέντος, πέμψαι δὲ αὐτὸν ἐπὶ τὴν σὴν διά γνωσιν λόγον τὸν προσή κοντα παρέχοντα ἵνα δυνη θῶ ἐκδικηθεὶς διὰ παντὸς τῇ τύχῃ σου εὐχαριστεῖν· διευτύχει. Ἰούλιος Λικιννιανὸς στρατηγῷ Ἀρσινοείτου Ἡρακλείδου μερίδος χαίρειν. βιβλιδίων δοθέντων μοι ὑπὸ Ἀν τωνίου Δόμνου φάσκοντος τὸν Ὡρίωνα ἄπορον ὄντα καὶ μὴ πρα κτορεύσαντα οὐ δίκαιον κωμο γραμματέακωμωγραμματέα εἶναι τὸ ἕτερον ση μειωσάμενος ἔπεμψά σοι ὅπως ἐ ξετάσας, ἐὰν οὕτως ἔχῃ, φροντίσῃς ἕτερον ἀντʼ αὐτοῦ ἀναδοθῆναι πέμ ψας εἰς κλῆρον ὀνόματα τῷ κρα τίστῳ ἐπιστρατήγῳ ἐν τοσούτῳ τῆς χρείας ὑπὸ τῶν πρεσβυτέρων διοικουμένης. ἐξέτασον δὲ καὶ πε ρὶ ὧν ἄλλων ἀπαγγέλλει, καὶ ὃ ἐὰν ἐπιγνῷς, δήλωσον Αὐρηλίῳ Πλω τίῳ τῷ κρατίστῳ μου τὴν ἀποδημίαν διαδεχομένῳ. ἔτους κθ Τῦβι κ. Ἀντώνιος Δόμνος ἐπιδέδωκα. ὁ στρατηγὸς ἐντευχθεὶς τοῖς ἰδίοις μέρεσιν οὐκ ἐνδεήσει. ἀπόδος.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.