Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.mert.2.91dupl

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

Αὐρηλίῳ Ὀκταυίῳ κρατίστῳ στρατηγῷ Ἀρσινοΐτου παρὰ Αὐρηλίου Ἰσιδώρου Πτολεμαίου ἀπὸ κώμης Καρανίδος. ὧν ἀνήνεγκα βιβλιδίων τῷ κυρίῳ μου διασημοτάτῳ ἡγεμόνι Αὐρηλίῳ Ἀντωνίῳ μεθʼ ἧς ἔτυχον ὑπὸ τοῦ μεγέθους αὐτοῦ εὐεργετικωτά της ὑπογραφῆς τὸ ἀντίγραφον ἑξῆς ἐντάξας ἐπιδίδωμί σοι, στρατηγῶν ἄριστε, ἀξιῶν τούτων τὸ ἴσον ἐπισταλῆναι διʼ ἑνὸς τῶν περὶ σε ὑπηρετῶν τοῖς αἰτιαθεῖσιναἰτιαθῖσιν ὑπʼ ἐμοῦ Ἀμμωνιανῷ καὶ ΚάστοριΚάστορει ἀπὸ τῆς αὐτῆς κώμης οἰκοῦσιν ἐν κώμῃ Βουβάστῳ ἵνʼ εἴδωσιν καὶ προσκαρτερήσωσιν τῷ σῷ δικαστηρίῳ ἄχρις ἂν τὰ μεταξὺμετοξὺ ἡμῶν πέρατος τύχῃ. διευτύχει. ὑπατείαςὑπατίας ΚαικινίουΚεκινίου ΣαβίνουΣαβείνου καὶ Οὐεττίου Ῥουφίνου τῶν λαμπροτάτων Μεχεὶρ ε. ἐστὶ δέ· Αὐρηλίῳ Ἀντωνίῳ τῷ διασημοτάτῳ ἡγεμόνι Ἡρκουλίας Αἰγύπτου παρὰ Αὐρηλίου Ἰσιδώρου Πτολεμαίου ἀπὸ κώμης Καρανίδος τοῦ Ἀρσινοΐτου νομοῦ. πᾶσι μὲν βοηθεῖν εἴωθεν ἡ σὴ περὶ πάντα κηδεμονία, ἡγεμὼν δέσποτα, ἐξαιρέτως δὲ ἡμῖνἡμεῖν τοῖς μετρίοις καὶ καλῶς εὖ βιοῦσιβιουντες. τὸ δὲ κατʼ ἐμὲ πρᾶγμα τοῦτον ἔχει τὸν τρόπον· βίαν καὶ ἀγνωμοσύνην παθών, κύριε, ὑπὸ Κάστορος καὶ Ἀμμωνιανοῦ ἀπὸ τῆς αὐτῆς κώμης περὶ τῆς τῶν παρανομούντων τούτων ἀνδρῶν καὶ ἀγνωμοσύνην πλείστηνπλίστην πεποιηκότων μοι, ἐπειδήἐπιδή, δέσποτα, ἐμισθωσάμην παρὰ Κάστορος καὶ Ἀμμωνιανοῦ σιτικὰς ἀρούρας εἴκοσι πέντε ἢ ὅσαι ἐὰν ὦσι ἐπὶ κοινωνίᾳ ἡμίσουςἡμισου μέρους πρὸς μόνην τὴν τοῦ ἐνεστῶτος ἔτους σπορὰν ἐμοῦ πλέον τὴν τῶν ἀρουρῶν ἐργασίαν τὰ μέχρι τῆς συνκομιδῆς, τῶν σπερμάτων διδομένων ὑπʼ ἐμοῦ τοῦ Ἰσιδώρου ἐκ προχρείαςπροχρίας, τοῦτʼ ἐστί· παρέσχον αὐτίκα εἰς κατασπορὰν σίτου ἀρτάβας κ κριθῆς ἀρτάβας ϛ καὶ φασήλου ἀρτάβας γ, ἀλλὰ μὴν καὶ εἰς ἐντὸς ὑποσχισμῶν μισθίωνμισθων τετραπόδων ζεύγη ἑξήκοντα ἀργυρίου τάλαντα δεκάπεντε καὶ ὑπὲρ τιμῆς ατιου τάλαντα δύο , καὶ ἐν χρήσειχρήσι λαβόντες παρʼ ἐμοῦ ἐγγράφως καὶ ἀγρά φως εἰς ἰδίαν αὐτῶν χρείανχρίαν ἄλλα ἀργυρίου τάλαντα ὀκτὼ καὶ σάκκον τρίχινον καινὸν ἕνα καὶ σίτου ἄλλας ἀρτάβας κβ 𐅵 καὶ φασήλου ἀρτάβας ιη καὶ τὰ ἀναλωθέντα ὑπʼ ἐμοῦ ἐκ τῶν ἡμετέρων ὑπὲρ μισθῶν τοῖς θερισταῖς ὁμοίως σίτου ἀρτάβας κδ, μηδὲν κακὸν προσδοκήσαντός μου ὑπὸ τούτων παθεῖνπαθῖν, νομίσας τούτους πίστιν μοι ἀνασῴζειν, οἱ δὲ αὐθαδίᾳ χρώμενοιχρεώμενοι ἀλόγως καὶ ῥιψοκινδύνως παρὰ τους νόμους μὴ εὐλαβηθέντεςεὐλαβηθένταις ὀλίγον φόβον τοῦ ἐμοῦ δεσπότου ἀπελθόντες ἄνευ τῆς ἐμῆς γνώμης πάσαςπαντας τὰς ἁλωνίας ἃς ἔχω ἅμα αὐτοῖς ἐπικοινωνοῦσινἐπικοινωνουντων ἐβάσταξαν εἰς τὸ ἴδιον, καὶ δὴ ἐμοῦ ταῦτα μαθόντος παραγενόμενοςπαραγενομινος ἐπὶ μιᾷ ἁλωνίᾳ σίτου καὶ δικαιολογησάμενος πρὸς τὸν Κάστορα ἐπὶ παρόντων μαρτύρων τούτου ἀποταξαμένου μοι καὶ μηδὲν δεδωκότος μοι ἀνεχώρησα. ἐπεὶἐπὶ οὖν πάμπολλα προέχρησα αὐτοῖς ἐγγράφως καὶ ἀγράφως ὅθεν μὴ δυνάμενοςδυνόμενος πρὸς αὐτοὺς βιβλία ἐπιδέδωκα τῷ τοῦ νομοῦ στρατηγῷστρατηγοῦ καὶ τῷ πραιποσίτῳ τοῦ πάγου περὶ τῆς αὐτῶν ἀγνωμοσύνης. ἠπείχθηνἠπίχθην οὖν τὴν καταφυγὴν ποιήσασθαι πρὸς τοὺς σοὺς τοῦ ἐμοῦ κυρίου πόδας δεόμενος καὶ παρα καλῶν ἄνθρωπος μέτριος κατὰ τὸ παντελὲς σχεδὸν τροφῶν ιων ἀναγκαίων ἐπενδεόμενος ὅπως κελεύσῃς διʼ εὐεργετικωτάτης σου ὑπογραφῆς ἐπαναγκασθῆναι τοὺς προειρημένους ἀποκαταστῆ σαί μοι τὰ προκείμεναπροκίμενα προνοίᾳ οὗ ἐὰν τὸ μεγαλεῖόν σου δοκιμάσῃ, ἵνα δυνηθῶ ἐκ σῆς βοηθείας ἀπολαύειν τῶν ἰδίων καὶ συμμένεινσυμμένιν με ἐν τῇ ἰδίᾳ, καὶ τούτου τυχὼν εἰς ἀεὶ τῇ τύχῃ σου χάριτας μεγίστας ὁμολογήσω. διευτύχει. Αὐρήλιος Ἰσίδωρος ἐπιδέδωκα. Αὐρήλιος Θέων ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. ὑπατείαςὑπατίας τῶν δεσποτῶν ἡμῶν Κωνσταντίνου καὶ Λικιννίου Σεβαστῶν τὸ τέταρτον, πρὸ ϛ καλανδῶν Ἰανουαρίων, Χοιὰκ λ. ὁ ἐξάκτωρ παρόντος τοῦ σε ἀδικοῦντος μέρους κατὰ τοὺς νόμους διαλαβὼν μεταξὺ ὑμῶν τοῦτο ποιήσει γενέσθαι ὅπερ ὁ δίκαιος λόγος ἀπαιτεῖ, δηλαδὴ εἰ μὴ ἡγοῖτο ἑτέρα ἐντυχία. κολλήματος ξγ, τόμου α. Αὐρήλιος Ἰσίδωρος ἐπιδέδωκα. Αὐρήλιος Ἰσίδωρος ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.