Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.cair.isid.76dupl

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

Αὐρηλίῳ Γεροντίῳ πραιποσίτῳ ε πάγου παρὰ Αὐρηλίου Ἰσιδώρου Πτολεμαίου ἀπὸ κώμης Καρανίδος.Ἀνήνεγκα βιβλιδίων τῷ κυρίῳ μου διασημοτάτῳ ἡγεμόνι τῆς Ἡρκουλίας Αἰγύπτου Οὐαλερίῳ Ζίπερι μεθʼ ἧς ἔτυχον ὑπὸ τοῦ μεγαλείου αὐτοῦ ὑπογραφῆς τὸ ἀντίγραφον ἑξῆς ὑποτάξας ἐπιδίδωμί σοι ἀξιῶν τούτων τὸ ἴσον ἐπισταλῆναι τοῖς αἰτιαθεῖσιν ὑπʼ ἐμοῦ Τώμι καὶ Δημητρίῳ ἀπὸ τῆς αὐτῆς κώμης ἵνʼ εἰδῶσι τὰ κεκελευ σμένα καὶ προσεδρεύσωσιν τῷ σῷ δικαστηρίῳ ἄχρις ἂν τὰ μεταξὺμετοξὺ ἡμῶν πέρατος τύχῃ. διευτύχει. ὑπατείας τῶν δεσποτῶν ἡμῶν Λικιννίου Σεβαστοῦ τὸ ε καὶ Κρίσπου τοῦ ἐπιφανεστάτου Καίσαρος τὸ α Ἐπεὶφ κβ. ἔστι δέ· Οὐαλερίῳ Ζίπερι τῷ διασημοτάτῳ ἡγεμόνι Ἡρκουλίας Αἰγύπτου παρὰ Αὐρηλίου Ἰσιδώρου Πτολεμαίου ἀπὸ κώμης Καρανίδος τοῦ Ἀρσινοίτου νομοῦ. κατὰ τὸν Φαμενὼθ μῆνα τῆς Σαβίνου καὶ Ῥουφίνου ὑπατείας, ἡγεμὼν δέσποτα, Κάστωρ καὶ ὁ τούτου ἀδελφὸς Ἀμμωνιανὸς ἀπὸ τῆς αὐτῆς κώμης ἐν χρείᾳχρίᾳ γενόμενοι εὐχρηστήθησαν παρʼ ἐμοῦ σίτου ἀρτάβας τριάκοντα δύο καὶ φασήλου ἀρτάβας δεκαοκτὼ καὶ γραμματεῖόν μοι τούτων ἔθεντο ἐπὶ ὑποθήκῃ βοικῶν τετραπόδων τριῶν . κατὰ δὲ τὴν αὐτὴν ἡμέραν ὁ τούτου πενθερὸς Τῶμις ὁμολογίας γραμματεῖον ἔθετο διʼ ἧς τὴν ἀναδοχὴν τῶν βοῶν πεποίηται ἐφʼ ᾧτε ἐὰν μὴ εἴσω τοῦ Παῦνι μηνὸς τὴν τῶν ὀσπρέων παράδοσιν ποιή σωνται δηλαδὴ τὴν τῶν βοῶν ἔχειν με δεσποτείαν τοῖς γραμματείοις ἀκολούθως. ἐπεὶ οὖν ὁ μὲν Κάστωρ ἐξῆλθεν τὸν βίον ὁ δὲ Ἀμμωνιανὸς ἐν ἀναχωρήσει τυγχάνει ὅ τε προκείμενος Τῶμις καὶ ὁ τούτου ἀδελφὸς Δημήτριος ἀνὴρ τυγχάνων τῆς τῶν ὑποχρέων μου ἀδελφῆς Ἀτολᾶς πάντων τῶν ὑπʼ ἐκείνων καταλειφθέντων βοικῶν δὴ λέγω ὀκτὼ καὶ οἰκοπέδων καὶ τῶν ἄλλων ἐγκρατεῖςἐνκρατῖς ἐγένοντο ἐμοὶ μηδὲν παρασχόμενοι μήτε τὰ ὄσπρεα μήτε τὰ βοικὰ τετράποδα τοσούτου χρόνου διαγενομένου καταφρονοῦντές μου. τούτου ἕνεκεν καταλαμβάνω τὴν σὴν ἀν δρείαν δεόμενος καὶ παρακαλῶν ὅπως εἴ σοι δόξειεν κελεῦσαι διʼ οὗ ἐὰν δοκιμάσῃς ἐπαναγκασθῆναι τοὺς ἀντιτεταγμένους ἢ τὰ ὄσπρεα ἀποδοῦναι ἢ τὴν τῶν βοῶν τριῶν ἀποκατάστασίν μοι ποιήσασθαι τοῖς γραμματείοις ἀκολούθως, καὶ χάριτάς σοι ὁμολογεῖν. διευτύχει. Φαρμοῦθι ιη. ὁ πραιπόσιτος τοῦ πάγου διαγνοὺς μεταξὺ ὑμῶν τὴν προσήκουσάν σοι βοήθειαν ἐπὶ τοῖς χρεωστουμένοις παρέξει. κόλλημα ξη. Αὐρήλιος Ἰσίδωρος ἐπιδέδωκα. Αὐρήλιος Σερῆνος ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.