no image
DDbDP-text
Petition for Recovery via HGV-meta
Linked by Trismegistos ID
TM 10524.
Each record below describes this same artifact or text from a different angle.
Αὐρηλίῳ Γεροντίῳ πραιποσίτῳ ε πάγου παρὰ Αὐρηλίου Ἰσιδώρου Πτολεμαίου ἀπὸ κώμης Καρανίδος. ὧν ἀνήνεγκα βιβλιδίων τῷ κυρίῳ μου διαση μοτάτῳ ἡγεμόνι τῆς Ἡρκουλίας Αἰγύπτου Οὐαλερίῳ Ζίπερι μεθʼ ἧς ἔτυχον ὑπὸ τοῦ μεγαλείου αὐτοῦ ὑπογραφῆς τὸ ἀν τίγραφον ἑξῆς ὑποτάξας ἐπιδίδωμί σοι, ἀξιῶν τούτων τὸ ἶσονἶσον ἐπισταλῆναιεπιστοληναι τοῖς αἰτιαθεῖσιν ὑπʼ ἐμοῦ Τώμει καὶ Δημη τρίῳ ἀπὸ τῆς αὐτῆς κώμης, ἵνʼ εἰδῶσι τὰ κεκελευσμένα καὶ προσεδρεύσωσιν τῷ σῷ δικαστηρίῳ ἄχρι ἂν τὰ με ταξὺ ἡμῶν πέρατος τύχῃ. διευτύχει. ὑπατείας τῶν δεσποτῶν ἡμῶν Λικιννίου Σεβαστοῦ τὸ ε καὶ Κρίσπου τοῦ ἐπιφανεστάτου Καίσαρος τὸ α, Ἐπεὶφ κβ. ἔστι δέ· Οὐαλερίῳ Ζίπερι τῷ διασημοτάτῳ ἡγεμόνι Ἡρκουλίας Αἰγύπτου παρὰ Αὐρηλίουαυηλιου Ἰσιδώρου Πτολεμαίου ἀπὸ κώμης Καρανίδος τοῦ Ἀρσινοίτου νομοῦ. κατὰ τὸν Φαμενὼθ μῆνα τῆς Σαβείνου καὶ Ῥουφίνου ὑπατείας, ἡγεμὼν, δέσποτα, Κάστωρ καὶ ὁ τούτου ἀδελφὸς Ἀμ μωνιανὸς ἀπὸ τῆς αὐτῆς κώμης ἐν χρείᾳχρίᾳ γενόμενοι ηὐχρηστήθησαν παρʼ ἐμοῦ σίτου ἀρτάβας τριάκοντα δύο καὶ φασήλου ἀρτάβας δεκαοκτὼ καὶ γραμματεῖά μοι τούτων ἔθεντο ἐπὶ ὑποθήκῃ βοϊκῶν τετραπό δων τριῶν. κατὰ δὲ τὴν αὐτὴν ἡμέραν ὁ τούτων πενθερὸς Τῶμις ὁμολογίαςὁμολογείας γραμματεῖόν μοι ἔθετο διʼ ἧς τὴν ἀναδοχὴν τῶν βοῶν πεποίηται ἐφʼ ᾧτε ἐὰν μὴ εἴσω τοῦ Παῦνι μηνὸς τὴν τῶν ὀσπρέ ων παράδωσίν μοι ποιήσωνται δηλαδὴ τὴν τῶν βοῶν ἔχειν με δεσποτείανδεσποτίαν τοῖς γραμματίοις ἀκολούθως. ἐπεὶ οὖν ὁ μὲν Κάστωρ ἐξῆλθε τὸν βίον καὶ Ἀμμωνιανὸς ἐν ἀναχωρήσει τυγχάνει, ὅ τε προκείμενος Τῶμις καὶ ὁ τούτου ἀδελφὸς Δημήτριος ἀνὴρ τυγχάνων τῆς τῶν ὑποχρέων μου ἀδελφῆς Ἀτολᾶς πάντων τῶν ὑπʼ ἐκείνων καταλιφθέντων — βοϊκῶν δὴ λέγω ὀκτὼ καὶ οἰκοπέ δων καὶ τῶν ἄλλων — ἐνκρατεῖςἐνκρατῖς ἐγένοντο, ἐμοὶ μηδὲν παρασχόμενοι μήτε τὰ ὄσπρεα μήτε τὰ βοϊκὰ τετράποδα τοσούτου χρόνου διαγενομένου, καταφρονοῦντές μου, τούτου ἕνε κεν καταλαμβάνω τὴν σὴν ἀνδρείαν δεόμενος καὶ παρακαλῶν ὅπως εἴ σοι δόξειεδοξιεν κελεῦσαι διʼ οὗ ἐὰν δο κιμάσῃς ἐπαναγκασθῆναι τοὺς ἀντιτεταγμένους ἢ τὰ ὄσπρεα ἀποδοῦναι ἢ τὴν τῶν βοῶν τριῶν ἀπο κατάστασίν μοι ποιήσασθαι τοῖς γραμματίοις ἀκολούθως, καὶ χάριτάς σοι ὁμολογεῖν. διευτύχει. Φαρμοῦθι ιη. ὁ πραιπόσιτος τοῦ πάγου διαγνοὺς μεταξὺ ὑμῶν τὴν προσήκουσάν σοι βοήθειαν ἐπὶ τοῖς χρεωστουμένοις παρέξει. κόλλημα ξη Αὐρήλιος Ἰσίδωρος ἐπιδέ δωκα. Αὐρήλιος Σερῆνος ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.