no image
DDbDP-text
Petition for Recovery via HGV-meta
Linked by Trismegistos ID
TM 10523.
Each record below describes this same artifact or text from a different angle.
Οὐαλερίῳ Ζίπερι τῷ διασημοτάτῳ ἡγεμόνι Ἡρκουλίας Αἰγύπτου παρὰ Αὐρηλίου Ἰσιδώρου Πτολεμαίου ἀπὸ κώμης Καρανίδος τοῦ Ἀρσινοίτου νομοῦ. κατὰ τὸν Φαμενὼθ μῆνα τῆς Σαβείνου καὶ Ῥουφίνου ὑπατείας, ἡγεμὼν δεσποτα, Κάστωρ καὶ ὁ τούτου ἀδελφὸς Ἀμμωνιανὸς ἀπὸ τῆς αὐτῆς κώμης ἐν χρείᾳχρίᾳ γενόμενοι ηὐχρηστήθησαν παρʼ ἐμοῦ σίτου ἀρτάβας τριάκοντα δύο καὶ φασήλου ἀρτάβας δεκαοκτὼ καὶ γραμματεῖά μοι τούτων ἔθεντο ἐπὶ ὑπο θήκῃ βοϊκῶν τετραπόδων τριῶν, κατὰ δὲ τὴν αὐτὴν ἡμέραν ὁ τούτων πενθερὸς Τῶμις ὁμολογίαςὁμολογείας γράμματά μοι ἔθετο διʼ ἧς τὴν ἀναδοχὴν τῶν βοῶν πεποίηται ἐφʼ ᾦτε ἐὰν μὴ εἴσω τοῦ Παῦνι μη νὸς τὴν τῶν ὀσπρέων παράδοσίν μοι ποιήσωνται δηλαδὴ τὴν τῶν βοῶν ἔχειν με δεσποτείανδεσποτίαν τοῖς γραμματείοις ἀκολούθως. ἐπεὶ οὖν ὁ μὲν Κάστωρ ἐξῆλθεν τὸν βίον καὶ Ἀμμωνιανὸς ἐν ἀναχωρήσει τυγχάνει, ὅ τε προκείμενος Τῶμις καὶ ὁ τούτου ἀδελφὸς Δημήτριος ἀνὴρ τυγχάνων τῆς τῶν ὑπο χρέων μου ἀδελφῆς Ἀτολᾶς πάντων τῶν ὑπʼ ἐκείνων καταλιφθέντων — βοϊκῶν δὴ λέγω ὀκτὼ καὶ οἰκοπέδων καὶ τῶν ἄλλων — ἐνκρατεῖςἐνκρατῖς ἐγένοντο, ἐμοὶ μηδὲν παρασχόμενοι μήτε τὰ ὄσπρεα μήτε τὰ βοϊκὰ τετράποδα τοσούτου χρόνου διαγενομένου, καταφρονοῦντές μου, τούτου ἕνεκεν καταλαμβάνω τὴν σὴν ἀνδρείαν δεόμενος καὶ παρακαλῶν ὅπωςεἴ σοι δόξειεδοξιεν κελεῦσαι διʼ οὗ ἐὰν δοκιμάσῃς ἐπαναγκασθῆναι τοὺς ἀντιτεταγμένους ἢ τὰ ὄσπρεα ἀποδοῦ ναι ἢ τὴν τῶν βοῶν τριῶν ἀποκατάστασίν μοι ποιήσασθαι τοῖς γραμματίοις ἀκολούθως, καὶ χάριτάς σοι ὁμολογεῖν. διευτύχει. Φαρμοῦθι ιη. ὁ πραιπόσιτος τοῦ πάγου διαγνοὺς μεταξὺ ὑμῶν τὴν προσήκουσάν σοι βοήθειαν ἐπὶ τοῖς χρεωστουμένοις παρέξειπαρέξι κόλλημα ξη.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.