Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.oxy.3.486

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

Ἰουλίῳ Οὐαριανῷ ἐπιστρατήγῳ Ἑπτὰ νομῶν καὶ Ἀρσινοείτου παρὰ Διονυσίας τῆς Χαιρήμονος μητρὸς Ἑρμιόνης τῆς Χαιρήμονος τῶν ἀπὸ τῆς μητροπόλεως τοῦ Ὀξυρυγχείτου νομοῦ. ἐνστάσης μοι ἀμφισβητήσε ως πρὸς Σαραπίωνά τινα Μνησιθέου ὅστις ὃ ἠγόρασα κτῆμα ἀμπελικὸν καὶ σιτικὰσειτικὰ ἐδάφη παρὰ τοῦ πατρὸς αὐτοῦ ἔτι ἀπὸ τοῦ ια ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου ἀριθμή σασα αὐτῷ τε τῷ πατρὶ καί τινι δανειστῇ αὐτοῦ τὴν συμφωνηθεῖσαν τιμὴν καὶ λαβοῦσα τὸν καθήκοντα τῆς ὠνῆς δημόσιον χρηματισμὸν ἔλεγεν ἐν πίστει με ἔχειν αὐτά, ἀκούσας Κλαύδιος Κυιντιανὸς ὁ γενόμενος ἐπιστράτηγος ὑπερ έθετο ἐπὶ τὸν κράτιστον ἡγεμόνα. καὶ ἐγὼκαἰγὼ μὲν ἔκτοτε προσκαρτερῶ τῷ τοῦ ἡγεμόνος βήματι, τοῦ δὲ ἀντιδίκου ἀνεπιστρεπτήσαντος καὶ μὴ παραγε νομένουπαραγεναμενου ἀνέδωκα τῷ κρατίστῳ ἡγεμόνι ἀναφόριον οὗ ἀντίγραφοναντιδραφον ὑπέτα ξα ἐξιστοροῦσα τὴν εκτου πράγματος διάθεσιν καὶ ἀνέπεμψέ με ἐπὶ σὲ τὸν κύριον κριθησομένην. ἐπεὶ οὖν ὁ ἀντίδικος οὐδὲ νῦν πάρεστιν ἡ δὲ κα τασπορὰ ἐπείγει καὶ ἡ ἐπιμέλεια τῶν ὑπὸ τοῦ ποταμοῦ παρασεσυρμένων χρῄζει μου τῆς παρουσίας ἀξιῶ ἐὰν δόξῃ σοι ἐπιτρέψαι μοι ἀναπλεῦσαι κρι θησομένην ὑπὸ σοῦ ἐπὶ τῶν τόπων, ἵνʼ ὦ εὐεργετημένη. διευτύχει. ἔστιν δὲ οὗ ἐπέδωκα τῷ κρατίστῳ ἡγεμόνι ἀναφορίου ἀντίγραφον· Τίτῳ Φλαουίῳ Τιτιανῷ τῷ κρατίστῳ ἡγεμόνι παρὰ Διονυσίας τῆς Χαιρήμονος μητρὸς Ἑρμιόνης τῶν ἀπὸ Ὀξυρύγχων πόλεως. Σαραπίων τις Μνησιθέου ἀπὸ τῆς αὐτῆς πόλεως ἐπὶ Κλαυδίου Κυιντιανοῦ τοῦ γενομένου ἐπιστρατήγου τῶν Ἑπτὰ νομῶν τῇ μητρί μου Ἑρμιόνῃ φαρμα κείας ἐνκαλῶν καὶ περὶ ὑπαρχόντων τινῶν ἐλογοποιήσατο ὡς ὑποστελλόν των αὐτῷ ὧν ἐγὼ ἡ Διονυσία κατὰ δημοσίους ἠγόρασα χρηματισμοὺς ἀρι θμήσασα τιμὴν αὐτῶν τῷ πατρὶ αὐτοῦ περιόντι καὶ δανεισταῖς τοῦ αὐτοῦ πατρὸς παρʼ οἷς ἦν τὰ δηλούμενα κτήματα ἐν ὑποθήκῃ κρατούμενα φάσκων κατὰ πίστιν ἐγγεγράφθαι, καὶ τὴν ὅλην ὑπόθεσιν ὑπερ θεμένου τοῦ ἐπιστρατήγου ἐπὶ σὲ τὸν εὐεργέτην τὴν μὲν μητέ ρα μου συνέβη ἀποθανεῖν πρὸ τῆς δίκης, ἐγὼ δὲ ἔκτοτε ἐκ τῆς τοῦ ἐπιστρατήγου ἐπιστολῆς μετὰ τοῦ Σαραπίωνος κελευσθεῖσα καταπλεῦ σαι ἐνθάδε κατήντησα τοῦ Σαραπίωνος μὴ ἐπιστραφέντος ὥστε κατα πλεῦσαι. ἐπεὶ οὖν ἐνθάδε μοι διατριβούσῃ ἀπηγγέληἀπηνγέλη τὰ ἐμὰ πάντα ἐκ τῆς ὑπερβαροῦς ἀναβάσεως τοῦ ἱερωτάτου Νίλου ἀπολωλέναι ἐποίκιά τε καὶ ἐδάφη καὶ χώματα, παρακαλῶ σε, ἡγεμὼν κύριε, τοῦ ἀντιδίκου οὐδὲ νῦν παρόντος, ἐπιτρέψαι μοι ἀναπλεῦσαι ἵνα τὰ ἐμαυ τῆς δίκαια λάβω, μὴ σὺν τοῖς ὑπάρχουσί μου καὶ ἐγὼκἀγὼ λιμῷλειμῷ συναπολῶμαι, ἵνʼ ὦ εὐεργετημένη. διευτύχει. ἔτους ιϛ Ἁδριανοῦ Καίσαρος Φαῶφι ιβ. ς ἔχει ἔντυχε τῷ ἐπιστρατήγῳ. ἀπόδοςἀποδοῦσα .

Translations (1)

EN scholarly · from P.Oxy. 3
(Endorsed) If this is true, petition the epistrategus, delivering (to him a copy of this).

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.