no image
DDbDP-text
Receipt of Money via HGV-meta
Linked by Trismegistos ID
TM 10764.
Each record below describes this same artifact or text from a different angle.
ἔτους ἕκτου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερ μανικοῦ ἐν Τεβτύνει τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοΐτου. ὁμολογεῖ Διόσκορος ὁ καὶ Κάστωρ Κρονίωνος τοῦ Κάστορος ὡς ἐτῶν τῶι τῆς τετελευτηκυίας αὐτοῦ μη τρὸς Ἀπολλωναρίου τῆς Λυσιμάχου ὁμομητρίωι ἀδελφῶι Ἡρακλείδῃ Μάρωνος ὡς ἐτῶν ἑξήκοντα δύο , οὐλὴ ὀφρύιὀφρύει ἀριστερᾷ ἀπέχεινἀπέχιν αὐτὸν παρʼ αὐτοῦ Ἡρακλείδου διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου δραχμὰς τετρακοσίας μίαν ὀβολοὺς δύο , αἵ εἰσιν τὸ ἐπιβάλλον αὐτῷ Διοσκόρωι τρίτον μέρος τῶν γενομένων παρὰ τῶι Ἡρακλείδῃ ἀργυρίου δραχμῶν χιλίων διακοσίων τεσσάρωντεσάρων οὐσῶν ἀπὸ τῶν συνκεχωρημένων ὑπὸ τῆς τοῦ Ἡρακλείδου μητρὸς Θαυβαρίου τῆς Μύσθου, ἣ τετελεύτη κεν, τῇ τοῦ Διοσκόρου μητρὶ Ἀπολλωναρίωι καθʼ ὁμολογίαν συνγρα φοδιαθήκης τετελεσμένης διὰ τοῦ τῆς μητροπόλεως γραφείου ἔτει ἕκτῳ Δομιτιανοῦ μηνὸς Καισαρείου ἐπαγομένωνἐπαγωμένων ἕκτῃ ηππαρʼ αὐτῆς ἀργυρίου δραχμῶν δισχιλίων , ἀκολούθως καὶ τῶι γεγονότι ὑπό τε τοῦ Ἡρακλείδου καὶ τῶν τούτου ὁμομητρίων ἀδελφῶν Ἀπολλωνίου καὶ Λυσιμάχου τοῦ καὶ Γαΐου χειρογράφωι περὶ τῶν αὐτῶν δραχμῶν δισχιλίωνδισχειλίων , ὃ καὶ μένεινμένιν κύριον, πλὴν ἢ τῶν ἀποδιδομένων ὡς πρόκιται ὑπὸ τοῦ Ἡρακλείδου δραχμῶν τετρακοσίων μιᾶς ὀβολῶν δύο , καὶ μὴ ἐπελεύσεσθαι τὸν Διόσκορον ἐπὶ τὸν Ἡρακλείδην μηδὲ περὶ ὧν ἀπέσχηκεν καθότι πρόκειται, μηδὲ περὶ τόκων τούτων μηδὲ περὶ ὧν ἀπέσχηκεν ὁ τούτου πατὴρ Κρονίων τόκων ἔτι ἐναφήλικος ὄντος τοῦ Διοσκόρου ἀπὸ τῶν ἔνπροσθεν χρόνων μέχρι τῆς ἐνεστώτης ἡμέρας. Διόσκορος ὁ καὶ Κάστωρ Κρονίωνος ὁμολογῶ ἀπέχειν παρὰ τοῦ Ἡρακλείδου τὰς προκιμένας δραχμὰς τετρακοσίας μίαν ὀβολοὺς δύο καὶ μὴ ἐπελεύσεσθαιἐπελεύσασθαι μηδὲ περὶ τούτων μηδὲ περὶ τόκων μηδὲ περὶ ὧν ἀπέσχηκεν ὁ πατήρ μου Κρονίων τόκων πάντων καθὼς πρόκιται. Ἡρακλείδης Μάρωνος, γέγονε εἴς μεμαι ἡ ἀποχὴἀποχηι καθὼς πρόκειται. ἔτους ἕκτου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ τοῦ κυρίου ῃ ἀνεγράφη διὰ τοῦ ἐν Τεβτύνει γραφείου. ὁμολογία Διοσκόρου πρὸς Ἡρακλείδην. ἀποχή.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.