no image
DDbDP-text
Letter from Lucius Bellenus Gemellus to Epagathos with estate instructions. A letter from the landowner Lucius Bellenus Gemellus to Epagathos, who managed his estate, with instructions about clearing dung, protecting the oil-press, flooding fields, watering olive groves at Dionysias, paying several officials and fitting doors. It was written in AD 94 at Euhemeria in the Fayum. machine translation
Linked by Trismegistos ID
TM 10775.
Each record below describes this same artifact or text from a different angle.
[r]
Λούκιος Βελλιῆνος Γέμελλος
Ἐπαγαθῶι τῶι ἰδίωι χαίρειν.
εὖ ποιήσεις κομισάμενός μου
τὴν ἐπιστολὴν ἀναγκάσας
ἐκχωσθῆναι τὸ ἐν αὐτῶι κόπριον
ἵνα καταβολαῖον γένηται ὃ λέγεις
ταμιεῖον, καὶ τὰ κύκλωι τοῦ
ἐλαιουργείου ἔξωθεν σκάψον ἐπὶ βάθος
ἵνα μὴ εὐυπέρβατον ἦι τὸ ἐλαιούργιον, καὶ χώρισον τὸ κόπριον
εἰς τὴν κοπρηγίαν, καὶ λιμναζέτωσαν ἡμῶν τοὺς κλήρους πάντας ἵνα τὰ πρόβατα ἐκεῖ κοιμηθῆι,
καὶ τοὺς ἐλαιῶνας τὸ δεύτερον
ὕδωρ ποτισάτωσαν, καὶ διάβα εἰς
Διονυσιάδα καὶ γνῶθι εἰ πεπότισται ὁ ἐλαιὼν δυσὶ ὕδασι καὶ δεδικράνισται, εἰ δέ τι μὴ ποτισθήτω
καὶ εν[…]τε…[…]… ἀσφαλῶς δικρανισθῆ μ[…]κ…α…[…] αὐτοὺς διαπέσηι, καὶ
δοὺς …[…]καὶ Ψέλλον τοὺς σιτολόγους
[…]…υχ…[…]καὶ Χαιρᾶν τὸν γραμματέα τῶν
γεωργῶν καὶ Ἡρακλᾶν δραχμὰς ϙ καὶ τόκους,
καὶ Χαιρᾶν τόν ποτε πράκτορα δραχμὰς κδ,
καὶ Διδᾶν […]δουν τιμὴν κριθῆς δραχμὰς σμ καὶ τόκους,
καὶ Ἥρωνα τόν ποτε ἡγούμενον τόκους ἐτῶν β
δραχμὰς ρκ. καὶ τὰς θύρας ἐπιστησάτωσαν
οἱ τέκτονες· πέμπω δέ σοι τὰ σχοινία. τὰς δὲ ὠλένας τοῦ ἐλαιουργίου
διπλᾶς ποίησον, τὰς δὲ τῶν καταβολαίων ἁπλᾶς. ἔρρωσο.
ἔτους ιδ Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ
Σεβαστοῦ Γερμανικοῦ, μηνὸς Γερμανικοῦ ιδ.
μὴ οὖν ἄλλως ποιήσῃς.
[v]
ἀπόδος Ἐπαγαθῷ ἀπὸ Λουκίου Βελλιήνου Γεμέλλου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.