no image
DDbDP-text
Letter from Gemellus to Epagathus via HGV-meta
Letter from Gemellus to Epagathos on olive groves and harvest. A letter from the landowner Lucius Bellenus Gemellus to his estate manager Epagathos, ordering him to speed up digging and hoeing in the olive groves, scolding him for leaving a field at Apias half harvested, and telling him to delay threshing. It was written on 21 May AD 99 in the Arsinoite nome. machine translation
Linked by Trismegistos ID
TM 10777.
Each record below describes this same artifact or text from a different angle.
Λούκιος Βελλῆνος Γέμελλος Ἐπαγαθῶι
τῶι ἰδίωι χαίρειν. εὖ ποιήσεις διῶξαι τοὺς σκαφήτρους τῶν ἐλαιώνων καὶ τοὺς ὑποσχεισμοὺς
καὶ διβολήτους τῶν ἐλαιώνων, καὶ τὰ ἀναπαύματα ὑπόσχεισον καὶ διβόλησον, ἐπιτείνας τὸν ζευγηλάτην
ἵνα ἑκάστης ἡμέρας τὸ ἔργον ἀποδοῖ, καὶ μὴ τοῖς κει[…]ασι
ἀριθμὸν ταυρικῶν κόλλα. τὸν ὄγμον τῆς
Ἀπιάδος ἕως σήμερον οὐ ἐθέρισας ἀλλʼ ἠμέληκας αὐτοῦ καὶ μέχρι τούτου τὸ ἥμισυ αὐτοῦ ἐθέρισας, ἐπέχον τῷ δακτυλιστῇ Ζωίλωι καὶ ἵνα αὐτὸν μὴ δυσωπήσῃς· ἀθέριστον ἕως σήμερον ἀφεῖκας· διὸ μέμφομαί σε μεγάλως. ἐπίγνωθι εἰ ἐσκάφη ὁ τῆς Διονυσιάδος ἐλαιών·
εἰ μὴ δίωξον αὐτοῦ τὸν σκάφητρον
ἐν δυσὶ ἡμέραις. συμφέρει γὰρ εν…ικκον
αὐτὸν σκαφῆναι. μὴ σπουδασέτωσαν
ἀλωᾶν ταλομμινα καὶ τὴν Σένθεως
ἕως γράψω. τὰς ἅλως οὐ πάσας θλάσον
ἐπὶ τοῦ παρόντος. μὴ οὖν ἄλλως ποιήσῃς.
ἔρρωσο. ἀσπάζου Ἥρωνα καὶ Ὀρσενοῦφιν
καὶ τοὺς ἐν οἴκῳ πάντας. ἔτους β Αὐτοκράτορος
Καίσαρος Νερούα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ,
Παχὸν κϛ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.