Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.flor.1.47a
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
Αὐρήλιοι Ἑρμοδίδυμος Ἀνουβίωνος Ἀγαθοῦ Δαίμονος τοῦ καὶ Ἐπιμάχου καὶ Τιθοητίων ὁ καὶ Σαρα πάμμων Ἑρμίνου τοῦ καὶ Ἀχιλλέως Ἀχιλλέως ἀμφότεροι Ἑρμοπολεῖται ἀναγραφόμενοι ἐπὶ Φρουρίου λιβὸς ἐκ μητρὸς Εὐδαιμονίδος τῆς καὶ Φίντυς Δημητρίου ἀλλήλοις χαίρειν. ὁμολογοῦμεν ἀντικατηλλάχε ναι πρὸς ἀλλήλους ἐντεῦθεν κυρίως καὶ ἀναφαιρέτως καὶ ἀμετανοήτως ἐπὶ τὸν ἅπαντα χρόνον ὥστε τὸν μὲν Αὐρήλιον Ἑρμοδίδυμον τὴν συνχωρηθεῖσαν αὐτῷ κατʼ ἔγγραπτον ἀσφάλειαν οἴκησιν καὶ χρῆσιν τόπου καλουμένου Χειμερινῶνος ἐν πυλῶνιΠυλῶνι καὶ τοῦ ἐντὸς ταμιείου οἰκίας πατρικῆς τοῦ Τιθοητίωνος ἐν Ἑρμοῦ πόλει ἐπὶ Πόλεως ἀπηλιώτου ἐν ῥύμῃ καλουμένῃ Καλαθοπλόκων ἧς ὅλης ἡ κυρεία καὶ ἡ οἴκησις ὑποστέλλει τῷ αὐτῷ Τιθοητίωνι· τὸν δὲ Τιθοητίωνα τὸν καὶ Σα ραπάμμωνα τὸ ὑπάρχον αὐτῷ ἕκτον μέρος οἰκίας καὶ συνκυρόντων καὶ χρηστηρίων καὶ ἀν ηκόντων πάντων καὶ εἰσόδων καὶ ἐξόδων ἐπὶ τοῦ αὐτοῦ ἀμφόδου καταντικρὺ κατηντηκὸς εἰς αὐ τὸν Τιθοητίωνα ἀπὸ κληρονομίας τῆς κοινῆς μητρὸς κατὰ μετοχὴν ἄλλου ἕκτου μέρους τοῦ Ἑρμοδιδύμου ἐντεῦθεν δὲ ἑκάτερον ἀντιλαμβάνεσθαι καὶ χρᾶσθαι καὶ οἰκονομεῖνοἰκονομῖν καὶ διοι κεῖν περὶ οὗ ἀντικατηλλάγη ὡς προδεδήλωται ἐπὶ τὸν ἅπαντα χρόνον καὶ βεβαιοῦντα διὰ παν τὸς καὶ ἀπέσχεν ὁ Ἑρμοδίδυμος παρὰ τοῦ Τιθοητίωνος ὑπὲρ ἐκλογῆς ἀργυρίου δραχμὰς διακοσίας διὰ χειρὸς καὶ οὐκ ἐξέσται οὐδενὶ ἡμῶν παραβῆναι τὴνδε τὴν ἀντικαταλλαγὴν ἀπὸ μηδενὸς δικαίου ἀφορμῇ μηδεμιᾷ ἐπὶ τὸν ἅπαντα χρόνον διὰ τὸ ἡμᾶς ἐπὶ τούτοις συντεθεῖσθαι. ἡ ἀντικαταλλαγὴ κυρία ἣν καὶ τετρασσὴν ἐγράψαμεν εἰς τὸ παρʼ ἑκατέρῳ μέρει εἶναι δισσήν. ἔτους κε Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σευήρου Ἀντωνίνου Παρθικοῦ μεγίστου Βρεταννικοῦ μεγίστου Γερμανικοῦ μεγίστου Εὐσεβοῦς Σεβαστοῦ Τῦβι ιθ. Αὐρήλιος Ἑρμυδίδυμος Ἀνουβίωνος ἀντικα τήλλαχα καὶ εὐδοκῶ πᾶσι τοῖς προγεγραμμένοις. Αὐρήλιος Ἑρμοδίδυμος Ἀνουβίωνος εὐδοκῶ τῇ τῆς ἀσφαλείαςἀσφαλίας δημοσιώσειδημοσιωσεως.Cross-references (3)
- TM-Text 23560 primary
- DDbDP-Text p.flor;1;47a tier-1
- HGV-Text 23560 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.