Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.flor.1.47b

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

Αὐρήλιοι Ἑρμοδίδυμος Ἀνουβίωνος Ἀγαθοῦ Δαίμονος τοῦ καὶ Ἐπιμάχου καὶ Τιθοητίων ὁ καὶ Σαραπάμμων Ἑρμίνου τοῦ καὶ Ἀχιλλέως Ἀχιλλέως ἀμφότεροι Ἑρμοπολεῖται ἀναγραφόμενοι ἐπὶ Φροουρίου λιβὸς ἐκ μητρὸς Εὐ δαιμονίδος τῆς καὶ Φίντυς Δημητρίου ἀλλήλοις χαίρειν. ὁμολογοῦμεν ἀντικατηλλαχέναι πρὸς ἀλλήλους ἐντεῦθεν κυρίως καὶ ἀναφαιρέτως καὶ ἀμετανοήτως ἐπὶ τὸν ἅπαντα χρό νον τὸν μὲν Αὐρήλιον Ἑρμοδίδυμον τὴν συνχωρηθεῖσαν αὐτῷ κατʼ ἔγγραπτον ἀσφάλειαν οἴκησιν καὶ χρῆσιν τόπου καλουμένου Χειμερινῶνος ἐν πυλῶνιΠυλῶνι καὶ τοῦ ἐντὸς ταμιείου οἰκίας πατρικῆς τοῦ Τιθοητίωνος ἐν Ἑρμοῦ πόλει ἐπὶ Πόλεως ἀπηλίωτου ἐν ῥύμῃ καλουμένῃ Καλαθοπλόκων ἧς ὅληςὧν ἡ κυρεία καὶ ἡ οἴκησις ὑποστέλλει τῷ αὐτῷ Τιθοητίωνι· τὸν δὲ Τιθοητίωνα τὸν καὶ Σαραπάμ μωνα τὸ ὑπάρχον αὐτῷ ἕκτον μέρος οἰκίας καὶ συνκυρόντων καὶ χρηστηρίων καὶ ἀνηκόν των πάντων καὶ εἰσόδων καὶ ἐξόδων ἐπὶ τοῦ αὐτοῦ ἀμφόδου καταντικρὺ κατηντηκὸς εἰς αὐτὸν τὸν Τι θοητίωνα ἀπὸ κληρονομίας τῆς κοινῆς μητρὸς κατὰ μετοχὴν ἄλλου ἕκτου μέρους τοῦ Ἑρμοδιδύμου ἐντεῦθεν δὲ ἑκάτερον ἀντιλαμβάνεσθαι καὶ χρᾶσθαι καὶ οἰκονομεῖν καὶ διοικεῖν περὶ οὗ ἀντικατηλλάγη ὡς προσδεδήλωται ἐπὶ τὸν ἅπαντα χρόνον καὶ βεβαιοῦντα διὰ παντὸς καὶ ἄπεσχεν ὁ Ἑρμοδίδυμος παρὰ τοῦ Τιθοητίωνος ὑπὲρ ἐκλογῆς ἀργυρίου δραχμὰς διακοσίας διὰ χειρὸς καὶ οὐ κ ἐξέσται οὐδενὶ ἡμῶν παραβῆναι τὴνδε τὴν ἀντικαταλλαγὴν ἀπὸ μηδενὸς δικαίου ἀφορμῇλόγου παρευρέσει μηδε μιᾷ ἐπὶ τὸν ἅπαντα χρόνον διὰ τὸ ἡμᾶς ἐπὶ τούτοις συντεθεῖσθαι. ἡ ἀντικαταλλαγὴ κυρία ἣν καὶ τε τρασσὴν ἐγράψαμεν εἰς τὸ παρʼ ἑκατέρῳ μέρει εἶναι δισσήν. ἔτους κε Αὐτοκράτορος Καίσαρος ΜάρκουΜαρς Αὐρηλίου Σευήρου Ἀντωνίνου Παρθικοῦ μεγίστου Βρεταννικοῦ μεγίστου Γερμανικοῦ μεγίστου Εὐσεβοῦς Σεβαστοῦ Τῦβι ιθ. Αὐρήλιος Ἑρμοδίδυμος Ἀνουβίωνος ἀντικατήλλαχα καὶ εὐδοκῶ πᾶσι τοῖς προγεγραμμένοις. Αὐρήλιος Ἑρμοδίδυμος Ἀνουβίωνος εὐδοκῶ τῇ τῆς ἀσφαλείαςἀσφαλίας δημοσιώσειδημοσιωσεως.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.