no image
DDbDP-text
Petizione all’epistratego via HGV-meta
Linked by Trismegistos ID
TM 23567.
Each record below describes this same artifact or text from a different angle.
Αὐρηλίῳ Ἱερακίωνι τῷ κρατίστῳ ἐπιστρατηγῷ παρὰ Αὐρηλίας Ἀρητοῦτος τῆς καὶ Ἡρωνοῦτος Ἥρωνος ἀστῆς συνεστῶτος αὐτῇ Αὐρηλίου Ἀθηνοδώρου Ἡρωδιανοῦ. ἡ ἀξίω σίς μου, δέσποταποτα τῆς ἀπό σου ἐπεξελεύσεως δεομένηη σύντομον ἔχει τὴν ἐξήγησινησιν. κατήντησαν εἰς ἐμὲ ἀπὸ κληρονομίας τοῦ προειρημένου καὶ μετηλλαχότος μου πατρὸς καθʼ ἣν ἀπέλειπεν διαθήκην περὶ κωμογραμματείαν Μοιρῶν τοῦ μεγάλου Ἑρμοπολείτου νόμου σιτικὰ ἐδάφη ἐν ἀρούραις εἴκοσι καὶ πρὸς καὶ τουουκαξ οὗ ἐπεκράτησα τοὺς φόρους συνκομιζομένη ἃ ἀπεδιδοῦν ὃν τρόπον ὡς προεῖπον καὶ ὁ πατὴρ τῷ δὲ τῷ ἐνεστῶτι ἔτει ταύταις ἐπελθὼν Ὥριών τις ἐπικαλούμενος Πεμοῦς καὶ ὁ τούτου υἱὸς Ἥρων υαλογως ἐπελθόντες δίχα παντὸς νόμου καὶ δί χα πάσης ἐξουσίας καὶ δίχα γνώμης ἐμῆς καὶ συνκαταθέσεως ουντες δικαίῳ ἢ τοπικῇ βίᾳ τοὺς μὲν ἡμετέρους πάλαι γεωργοὺς ὄντας τῶν ἐδάφων ἐξέωσαν καὶ τὸ πάντων ἀδικώτατον οὐδὲ ὁλόκληρα τὰ ἐδάφη ἄλλα μέρος κατασπείραντες τὰ λοιπὰ εἰς ἄσπορα καταλελοίπασι. οὐ μόνον δὲ ταῦταου μες αὐτὰ, ἄλλα καὶ ἐπελθόντες τῇ αὐλῇαὐτῇ μου ὑδραν τικὸν εὗρονυδρανν ὄργανόν μου ὃ πρὸς ποτισμὸν τῶν σπόρων ἔχω καὶει τοῦτο δίχα παντὸς λόγου ὑφῄρηνται πρὸς δὲ τούτοις καὶ ἕ τερα πολλὰ ἐτόλμησαν. μετὰ γὰρ τὸ μετρῆσαί με πάντα τὰ ὀφειλόμενα τῷ διεληλυθότι ἔτειἔτιτι τελέσματα εὑρόντες μου βουνὸν σίτουσείτου ὃν εἶχον εἰς ταφὰς ἐμοῦ τε καὶ τῶν ἡμετέρων καὶ τοῦ ἐνεγύησαν αὐτοὶ πάντα κατʼ ἐμοῦ ἐπηρέ ασανσιτηρέσιονσειτηρείσιον καταφρονοῦντές μου ὡς γυναικὸς ἀσθενοῦς δέσποτά μου τοσούτων καὶ τηλικούτων τολ μημάτων κατʼ ἐμοῦ δέομαι κινηθέντακεινηθέντα σε ἐπεξελθεῖν καὶ ἀκοῦσαί μουἐπεξελαι ἀκου πρὸς τοὺς διʼ ἐναντίας, κελεῦσαι δὲ τῷ στρατηγῷ ἀνακαλέσασθαι αὐτοὺς ἐπὶ τὸ σὸν δικαστήριον λόγον δώσοντας ὧντων ἐγκληματίσθησανλημν ἵνα δυνηθῶ διὰ τῆς σῆς ἐπεξελεύσεως ς ἐκδικίας τυχεῖν τοὺς δὲ ὀφειλος φόρους τῶν ἐδάφων καὶ τὸ ὄργανον μετὰ καὶ τῶν ἀπολαβεῖν, ἐξ ὧνς τὸ λαβεῖν ἐξ καὶ τὰ ὀφειλόμενα τῷ ἱερωτάτῳ ταμείῳτῳ π καθήκοντα περισωθήσεται καὶ τανε με διευτύχει.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.