Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.flor.1.95

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἀντίγραφον ὡς περιέχει. μετὰ τὴν ὑπατείαν τοῦ δεσπότου ἡμῶν Γρατιανοῦ τοῦ αἰωνίου Αὐγούστου τὸ γ καὶ Ἐκυτίου τοῦ λαμπροτάτου Φαῶφι ζ. Αὐρήλιοι Εὐλόγιος Ἀετίου καὶ Κάστωρ Κάστορος ἀμφότεροι πολιτευόμενοι Ἀντινόου πόλεως τῆς λαμπρο τάτης χρυσῶναι ἐπαρχίαςἐπαρχείας Θηβαίδος Αὐρηλίῳ Μελιτίῳ Ἑρμοῦ βουλευτῇ ἄρξαντι Ἑρμοῦ πόλεως τῆς μεγάλης καὶ λαμπροτάτης ὑποδέκτῃ χρυσοῦ διὰ ὑμῶν Φιλάμμωνος ἀδελφοῦ καὶ Διοσκόρου Ἀμμωνίωνος ἐγγυητῶν χαίρειν. ἀκολούθως τοῖς προσταχθεῖσι ὑπὸ τῆς ἐξουσίας τοῦ κυρίου μου τοῦ λαμπροτάτου ἡγεμόνος Φλαυίου Πομπηίου Περγαμίου ὑπεδεξάμεθα παρὰ σοῦ ὑπὲρ τῆς σῆς πολιτείας ἀπὸ λόγου ἐξαργυρισμῶν τῶν ἀπὸ ἕκτης ἕως δωδεκάτης καὶ αὐτῆς ἰνδικτίονος χρυσοῦ νομισμάτια δεσποτικὰ τετραγραμμιαῖα ἑβδομηκονταδύο· γίνεται χρυσοῦ νομισμάτια οβ· μετὰ τῆς ὁρισθείσης ὀβρύζηςὀμβρυσης καὶ τοῦ ἀναλώματος, καὶ ἐξεδόμεθά σοι ταύτην τὴν ἀποχὴν πρὸς ἀσφάλειαν κυρίαν καὶ βεβαίαν ἁπλῆν οὖσαν πανταχοῦ ἐπιφερομένην. καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. ἀντίγραφον καὶ τῆς ὑπογραφῆς. Αὐρήλιος Εὐλόγιος Ἀετίου χρυσώνης ἐδεξάμην τὰ τοῦ χρυσοῦ νομισμάτια τετραγραμμιαῖα ἑβδομηκονταδύο· γίνεται νομισμάτια οβ· μετὰ τῆς ὁρισθείσης ὀβρύζηςὀμβρύζης καὶ τοῦ ἀναλώματος καὶ ἐξέδωκα τὴν ἀποχὴν ὡς πρόκειται. Αὐρήλιος Κάστωρ χρυσώνης συνεξέδωκα τὴν ἀποχὴν ὡς πρόκειται. ἀντίγραφον ὡς περιέχει. μετὰ τὴν ὑπατείαν τοῦ δεσπότου ἡμῶν Γρατιανοῦ τοῦ αἰωνίου Αὐγούστου τὸ γ καὶ Ἐκυτίου του λαμπροτάτου Φαρμοῦθι ϛ. Αὐρήλιος Ἆπις Σαίτιος πολιτευόμενος Ἀντινόου πόλεως τῆς λαμπροτάτης χρυσώνης ἐπαρχίαςἐπαρχείας Θηβαίδος Αὐρηλίοις Φιλάμμωνι Ἑρμου καὶ Διοσκόρῳ Ἀμμωνίωνος βουλευταῖς ἄρξασι τῆς μεγάλης καὶ λαμπροτάτης Ἑρμοῦ πόλεως ὑποδέκταις χρυσοῦ διὰ σοῦ Φιλάμμωνος χαίρειν. ἀκολούθως τοῖς προσταχθεῖσι ὑπὸ τῆς ἐξουσίας τοῦ κυρίου μου τοῦ λαμπροτάτου ἡγεμόνος Φλαυίου ΠομπηίουΠονπήιου Περγαμίου ὑποδεξάμην παρʼ ὑμῶν ὑπὲρ τῆς ὑμῶν πολιτείαςπολιτίας ἀπὸ λόγου ἐξαργυρισμῶν τῶν ἀπὸ ἕκτης ἕως δωδεκάτης καὶ αὐτῆς ἰνδικτίονος χρυσοῦ νομισμάτια τετραγραμμιαῖα δεσποτικὰ ἑκατὸν εἴκοσι· γίνεται χρυσοῦ νομισμάτια ρκ· μετὰ τῆς ὁρισθείσης ὀβρύζηςὀμβρύζης καὶ τοῦ ἀναλώματος, καὶ ἐξεδόμην ὑμῖν ταύτην τὴν ἀποχὴν πρὸς ἀσφάλειαν κυρίαν καὶ βεβαίαν. καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ἀντίγραφον καὶ τῆς ὑπογραφῆς. Αὐρήλιος Ἆπις χρυσώνης ὁ προκείμενος ὑπεδεξάμην χρυσοῦ νομισμάτια ἑκατὸν εἴκοσι· γίνεται νομισμάτια ρκ· μετὰ τῆς ὀβρύζηςὀμβρύζης καὶ τοῦ ἀναλώματος καὶ ἐξέδωκα τὴν ἀποχὴν ὡς πρόκειται. ἀντίγραφον ὡς περιέχει. ὑπατείας τῶν δεσποτῶν ἡμῶν Οὐάλεντος τὸ ε καὶ Οὐαλεντινιανοῦ νέου τὸ α τῶν αἰωνίων Αὐγούστων Παῦνι κζ. Αὐρήλιος Ἆπις Σαίτιος πολιτευόμενος Ἀντινόου πόλεως τῆς λαμπροτάτης χρυσώνης ἐπαρχίαςἐπαρχείας Θηβαίδος Αὐρηλίοις Φιλάμμωνι Ἑρμοῦ καὶ Διοσκόρῳ Ἀμμωνίωνος ἀμφοτέροις βουλευταῖς ἄρξασι Ἑρμοῦ πόλεως τῆς μεγά λης καὶ λαμπροτάτης ὑποδέκταις χρυσοῦ χαίρειν. ἀκολούθως τοῖς προσταχθεῖσι ὑπὸ τῆς ἐξουσίας τοῦ κυρίου μου τοῦ λαμπροτάτου ἡγεμόνος Φλαυίου Πομπηίου Περγαμίου ὑπεδεξάμην παρʼ ὑμῶν ὑπὲρ τῆς ὑμῶν πολιτείαςπολιτίας ἀπὸ λόγου τῶν ἑξῆς ὑποτεταγμένων ὑποκειμένων ο αὐτ ὡς ἑξῆς ὑποτέτακται χρυσοῦ νομισμάτια τετραγραμμιαῖα τριακόσια εἰκοσιτέσσαρα ἥμισυ· γίνεται χρυσοῦ νομισμάτια τκδ 𐅵· μετὰ καὶ τῆς ὁρισθείσης ὀβρύζηςὀμβρύζης καὶ τοῦ ἀναλώματος οὕτως· λόγου ἐξαργυρισμῶν τῶν ἀπὸ ἕκτης ἕως δωδεκάτης καὶ αὐτῆς χρυσοῦ νομισμάτια διακόσια ἑβδομηκονταπέντε · οὕτως· διὰ ὑμῶνἡμῶν τῶν ὑποδεκτῶν ἐν δυσὶ δόσεσι νομισμάτια σνε· διὰ δὲ Θεοτίμου ἐξάκτορος ὑπὲρ οὗ ἐκόμισα του νομισμάτια κ. λόγου ἀπὸ δηλεγδεκά της καὶ πρώτης ἰνδικτίονος χρυσοῦ νομισμάτια τεσσερακοντα εννέα ἥμισυ καὶ ἐξεδόμην ὑμῖν ταύτην τὴν ἀποχὴν πρὸς ἀσφάλειαν καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ἀντίγραφον καὶ τῆς ὑπογραφῆς. Αὐρήλιος Ἆπις ὁ προκείμενος χρυσώνης ὑπεδεξάμην χρυσοῦ νομισμάτια λόγου ἐξαργυρισμῶν παρʼ ὑμῶν ἐν δυσὶ δόσεσι νομισμάτια διακόσια πεντηκονταπέντε . καὶ διὰ Θεοτίμου ἐξάκτορος Ἑρμοῦ πόλεως ὑπὲρ τοῦ πινακίου ὑπὲρ ὑμῶν νομισμάτια κ· καὶ διὰ ὑμῶν τῶν ὑποδεκτῶν νομισμάτια τεσσερακονταεννέα ἥμισυ · γίνεται νομισμάτια τκδ 𐅵· μετὰ καὶ τῆς ὀβρύζηςὀμβρύζης καὶ τοῦ ἀναλώματος καὶ ἐξέδωκα τὴν ἀποχὴν ὡς πρόκειται. ἀντίγραφον ὡς περιέχει. ὑπατείας τῶν δεσποτῶν ἡμῶν Οὐάλεντος τὸ ε καὶ Οὐαλεντινιανοῦ νέου τὸ α τῶν αἰωνίων Αὐγούστων Παῦνι . Αὐρήλιος Ἆπις Σαίτιος πολιτευόμενος Ἀντινόου πόλεως τῆς λαμπροτάτης χρυσώ νης ἐπαρχίαςἐπαρχείας Θηβαίδος Αὐρηλίοις Διοσκόρῳ Ἀμμωνίωνος καὶ Φιλάμμωνι Ἑρμοῦ βουλευταῖς ἄρξασι Ἑρμοῦ πόλεως τῆς μεγάλης καὶ λαμπροτάτης ὑποδέκταις χρυσοῦ χαίρειν. ἀκολούθως τοῖς προσταχθεῖσι ὑπὸ τῆς ἐξουσίας τοῦ κυρίου μου τοῦ λαμ προτάτου ἡγεμόνος Φλαυίου Πομπηίου Περγαμίου ὑπεδεξάμην παρʼ ὑμῶν ὑπὲρ τῆς ὑμῶν πολιτείαςπολιτίας ὑπὸ τῶν ἐξακτόρων καὶ συντελέσω ἀπὸ λόγου ἐξαργυρισμῶν τῶν ἀπὸ ἕκτης ἕως δωδεκάτης καὶ αὐτῆς ἰνδικτίονος χρυσοῦ νομισμάτια τετραγραμμιαῖα τριακόσια ἑβδομηκονταδύο ἥμισυ· γίνεται χρυσοῦ νομισμάτια τοβ 𐅵· μετὰ τῆς ὁρισθείσης ὀβρύζηςὀμβρύζης καὶ τοῦ ἀναλώματος καὶ ἐξεδό μην ὑμῖν ταύτην τὴν ἀποχὴν πρὸς ἀσφάλειαν κυρίαν καὶ ἁπλῆν οὖσαν καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ἀντίγραφον καὶ τῆς ὑπογραφῆς. Αὐρήλιος Ἆπις ὁ προκείμενος χρυσώνης ὑπεδεξάμην τοῦ χρυσοῦ νομισμάτια τετραγραμμιαῖα τριακόσια ἑβδομηκονταδύο ἥμισυ· γίνεται χρυσοῦ νομισμάτια τοβ 𐅵· μετὰ τῆς ὁρισθείσης ὀβρύζηςὀμβρύζης καὶ τοῦ ἀναλώματος καὶ ἐξέδωκα τὴν ἀποχὴν ὡς πρόκειται. ἀντίγραφον ὡς περιέχει. ὑπατείας τῶν δεσποτῶν ἡμῶν Οὐάλεντος τὸ ε καὶ Οὐαλεντινιανοῦ νέου α τῶν αἰωνίων Αὐγούστων Αὐρήλιος Ἆπις Σαίτιος πολιτευόμενος Ἀντινόου πόλεως τῆς λαμπροτάτης χρυσώνης ἐπαρχίας Θηβαίδος Αὐρηλίοις Φιλάμμωνι Ἑρμοῦ καὶ Διοσκόρῳ Ἀμμωνίωνος βουλευταῖς ἄρξασι Ἑρμοῦ πόλεως τῆς μεγάλης καὶ λαμπροτάτης ὑποδέκταις χρυσοῦ χαίρειν. ἀκολούθως τοῖς προσταχθεῖσι ὑπὸ τῆς ἐξουσίας τοῦ κυρίου μου τοῦ λαμπροτάτου ἡγεμόνος Φλαυίου Πομπηίου Περγαμίου ὑπεδεξάμην παρʼ ὑμῶν ὑπὲρ τῆς ὑμῶν πολιτείας ἀπὸ λόγου ἐξαργυρισμῶν λοιπαδα ἀπὸ ἕκτης ἰνδικτίονος ἕως δωδεκάτης νκ ἐγγυητῶν χρυσοῦ νομισμάτια δεσποτικὰ τετραγραμμιαῖα τριακόσια μετὰ τῆς ὁρισθείσης ὀβρύζηςὀμβρύζης καὶ τοῦ ἀναλώματος καὶ ἐξεδόμην ὑμῖν ταύτην τὴν ἀπο χὴν πρὸς ἀσφάλειαν κυρίαν ἁπλῆν οὖσαν καὶ ἐπερωτηθεὶς ὡμολόγησα. καὶ τῆς ὑπογραφῆς ἀντίγραφον. Αυρήλιος Ἆπις ὁ προκείμενος χρυσώνης ὑπεδεξάμην τοῦ χρυσοῦ νομισμάτια τριακόσια· γίνεται χρυσοῦ νομιτισμάτια τ· μετὰ τῆς ὁρισθείσης ὀβρύζης καὶ τοῦ ἀναλώματος καὶ ἐξέδωκα τὴν ἀποχὴν ὡς πρόκειται. ἀντίγραφον ὡς περιέχει. ὑπατείας τοῦ δεσπότου ἡμῶν Γρατιανοῦ τοῦ αἰωνίου Αὐγούστου τὸ δ καὶ Φλαυίου Μεροβαύδου τοῦ λαμπροτάτου Παῦνι κγ. Αὐρήλιος Ἆπις Σαίτιος πολιτευόμενος Ἀντινόου πόλεως τῆς λαμπροτάτης χρυσώνης ἐπαρχίαςἐπαρχείας Θηβαίδος Αὐρηλίοις Φιλάμμωνι Ἑρμοῦ καὶ Διοσκόρῳ Ἀμμωνί ωνος ἀμφοτέροις βουλευταῖς ἄρξασι Ἑρμοῦ πόλεως τῆς μεγάλης ἀντίγραφον ὡς περιέχει. ὑπατείας τῶν δεσποτῶν ἡμῶν Οὐάλεντος τὸ ε καὶ Οὐαλεν τινιανοῦ νέου τὸ α τῶν αἰωνίων Αὐγούστων Ἁθὺρ Αὐρήλιος Ἆπις Σαίτιος πολιτευόμενος Ἀντινόου πόλεως τῆς λαμπροτάτης χρυσώνης ἐπαρχίαςἐπαρχείας Θηβαίδος Αὐρηλίοις Φιλάμμωνι Ἑρμοῦ καὶ Διοσκόρῳ Ἀμμωνίωνος βουλευταῖς ἄρξασι Ἑρμοῦ πόλεως χαίρειν. ὑπεδεξάμην παρʼ ὑμῶν ἀπὸ λόγου ἐξαργυρισμῶν τῶν ἀπὸ ἐννάτης ἕως δεκάτης υρουμας θεισας καὶ σταθμῷ κ λαμπροτάτων ο λαμπροτάτου ἡγεμόνος νομισμάτια μετὰ τῆς ὀβρύζηςὀμβρύζης καὶ τοῦ ἀναλώματος καὶ ἐξεδόμην

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.