Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.lips.1.62
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
μετὰ τὴν ὑπατείαν Μεροβαύδου τὸ β καὶ Σατορνίνου τῶν λαμπροτάτων. Κλαύδιος Ἆπις Σαίτιος πολιτευόμενος Ἀντινόου πόλεως τῆς λαμπροτάτης ἑξῆς ὑπογράφων χρυσώνης ἐπαρ χείας Θηβαίδος Αὐρηλίῳ Φιλάμμωνι Ἑρμοῦ βουλευτῇ Ἑρμοῦ πόλεως τῆς λαμπροτάτης ὑποδέκτῃ χρυσοῦ τιρώνων τῶν ἀπὸ ἕκτης ἕως ἐνάτηςἐννάτης ἰνδικτίονος χαίρειν. ἀκολούθως τοῖς προσταχθεῖσι ὑπὸ τῆς ἐξουσίας τοῦ κυρίου μου τοῦ λαμπρο τάτου ἡγεμόνος Φλαυίου Οὐλπίου Ἐρυθρίου ὑπεδεξάμην παρά σου διά τε σοῦ τοῦ ὑποδέκτου καὶ διὰ τῶν ἑξῆς ὑποτεταγμένων ὑπὲρ τῆς σῆς πολιτείαςπολιτίας λόγου χρυσοῦ τιρώνων ἀπὸ ἕκτης ἕως ἐνάτηςἐννάτης καὶ αὐτῆς ἐπὶ τὸ αὐτὸ χρυσοῦ λίτρας τριάκοντα μετά τῆς ὁρισθείσης ὀμβρύζης καὶ τοῦ ἀναλώματος γίνεται χρύσου λίτραι λ οὕτως· διὰ μὲν σοῦ τοῦ ὑποδέκτου χρυσοῦ λίτρας κζ, διὰ ΘεοφάνουςΘεοφανοῦ ἐξάκτορος χρυσοῦ λίτρας β, διὰ δὲ Ἀγαθοκλέους ἐξάκτορος χρυσοῦ οὐγκίας γ, καὶ διὰ τῶν ἀπὸ κώμης Μιχώλεως χρυσοῦ οὐγκίας ϛ, διὰ Ὑπερεχίου ἐξάκτορος χρυσοῦ οὐγκίας γ, καὶ ἐξεδόμην σοι ταύτην τὴν ἀποχὴν πρὸς ἀσφάλειανἀσφάλιαν κυρίαν καὶ βεβαίαν ἁπλῆν οὖσαν πανταχοῦ ἐπιφερομένην καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Κλαύδιος Ἆπις χρυσώνης ὑπεδεξάμην παρὰ σοῦ καὶ διαφόρων ὀνομάτων ἐπὶ τὸ αυτὸ χρυσοῦ λίτρας τριάκοντα γίνεται λίτραι λ μετὰ τῆς ὀμβρύζης καὶ ἀναλώματος καὶ ἐξέδωκά σοι τὴν ἀποχὴν ὡς πρόκειται. μετὰ τὴν ὑπατείαν Μεροβαύδου τὸ β καὶ Σατορνίνου τῶν λαμπροτάτωνλαμπροτατος Κλαύδιος Ἆπις Σαίτιος πολιτευόμενος Ἀντινόου πόλεως χρυσώνης ἐπαρχείας Θηβαίδος ἑξῆς ὑπογράφων Αὐρηλίῳ Φιλάμμωνι Ἑρμοῦ βουλευτῇ Ἑρμοῦ πόλεως τῆς λαμπροτάτης ὑποδέκτῃ χρυσοῦ τιρώνων χαίρειν. ἀκολούθως τοῖς προσταχθεῖσι ὑπὸ τῆς ἐξουσίας τοῦ κυρίου μου τοῦ λαμπροτάτου ἡγεμόνος Φλαυίου Οὐλπίου Ἐρυθρίου ὑπεδεξάμην παρά σου καὶ νῦν ὑπὲρ τῆς σῆς πολιτείαςπολιτίας λόγου χρυσοῦ τιρώνων τῶν ἀπὸ ϛ ἕως θ καὶ αὐτῆς ἰνδικτίονων χρυσοῦ λίτρας εἴκοσι μετὰ τῆς ὀμβρύζης καὶ τοῦ ἀναλώματος γίνεται χρυσοῦ λίτραι κ καὶ ἐξε δόμην ὑμῖν ταύτην τὴν ἀποχὴν πρὸς ἀσφάλειαν καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Κλαύδιος Ἆπις χρυσώνης ὑπεδεξάμην μετὰ τῆς καταβολῆς Ἑρμοδώρου ζυγοστάτου ὑπέρ σου χρυσοῦ λίτρας κ μετὰ τῆς ὀμβρύζης καὶ ἀναλώματος καὶ ἐξέδωκά σοι ταύτην τὴν ἀποχὴν ὡς πρόκειται. μετὰ τὴν ὑπατείαν Ῥιγχομήρου καὶ Κλεάρχου τῶν λαμπροτάτων. Κλαύδιος Ἆπις πολιτευόμενος Ἀντινόου πόλεως χρυσώνης ἐπαρχείας Θηβαίδος ἑξῆς ὑπογράφων Αὐρηλίῳ Φιλάμμωνι Ἑρμοῦ βουλευτῇ Ἑρμοῦ πόλεως τῆς λαμπροτάτης ὑποδέκτῃὑποδεκτης χρυσοῦ τιρώνων χαίρειν. ἀκολούθως τοῖς προσταχθεῖσι ὑπὸ τῆς ἐξουσίας τοῦ κυρίου μου τοῦ λαμπροτάτου ἡγεμόνος Φλαυίου Οὐλπίου Ἐρυθρίου ὑπεδεξάμην παρά σου καὶ νῦν ὑπὲρ τῆς σῆς πολιτείας ἀπὸ λόγου χρυσοῦ τιρώνων τῶν ἀπὸ ϛ ἕως θ ἰνδικτιόνων καὶ αὐτῆς χρυσοῦ λίτρας δέκα πέντε καὶ οὐγκίας ἓξ μετὰ τῆς ὁρισθείσης ὀμβρύζης καὶ τοῦ ἀναλώματος καὶ ἐξεδόμην σοι ταύτην τὴν ἀποχὴν κυρίαν οὖσαν πανταχοῦ ἐπι φερομένην καὶ ἐπερωτηθεὶς ὡμολόγησα. οὕτως ἡ καταβολή· διὰ μὲν σοῦ τοῦ ὑποδέκτου λίτρας ιγ οὐγκίας δ διὰ Δωροθέου καὶ Ζηνοδότου λίτρας β οὐγκίας β. Κλαύδιος Ἆπις ὁ προκείμενος χρυσώνης ὑπεδεξάμην διὰ σοῦ καὶ τῶν ῥιπαρίων χρυσοῦ λίτρας δέκα πέντε οὐγκίας ἓξ γίνεται χρυσοῦ λίτραι ιε οὐγκίαι ϛ μετὰ τῆς ὀμβρύζης καὶ τοῦ ἀναλώματος καὶ ἐξέδωκά σοι ταύτην τὴν ἀποχὴν ὡς πρόκειται. μετὰ τὴν ὑπατείαν Ῥιγχομήρου καὶ Κλεάρχου τῶν λαμπροτάτων. Κλαύδιος Ἆπις Σαίτιος πολιτευόμενος Ἀντινόου πόλεως χρυσώνης ἐπαρχείας Θηβαίδος ἐξῆς ὑπογράφων Αὐρηλίῳ Φιλάμμωνι Ἑρμοῦ βουλευτῇ Ἑρμοῦ πόλεως τῆς λαμπροτάτης ὑποδέκτῃὑποδεκτης χρυσοῦ χαίρειν. ἀκο λούθως τοῖς προσταχθεῖσι ὑπὸ τῆς ἐξουσίας τοῦ κυρίου μου τοῦ λαμπροτάτου ἡγεμόνος Φλαυίου Οὐλπίου Ἐρυθρίου ὑπεδεξάμην παρά σου καὶ νῦν ὑπὲρ τῆς σῆς πολιτείας ἀπὸ λόγου χρυσοῦ τιρώνων τῶν ἀπὸ ϛ ἕως θ καὶ αὐτῆς ἰνδικτιόνων χρυσοῦ λίτρας δέκα ὀκτὼ γίνεται χρυσοῦ λίτραι ιη μετὰ τῆς ὁρισθείσης ὀμβρύζης καὶ τοῦ ἀναλώ ματος καὶ ἐξεδόμην σοι ταύτην τὴν ἀποχὴν πρὸς ἀσφάλειανἀσφάλιαν καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Κλαύδιος Ἆπις ὁ προκείμενος χρυσώνης ὑπεδεξάμην χρυσοῦ λίτρας δέκα ὀκτὼ γίνεται χρυσοῦ λίτραι ιη μετὰ τῆς ὀμβρύζης καὶ τοῦ ἀναλώματος καὶ ἐξέδωκά σοι τὴν ἀποχὴν ὡς πρόκειται. καὶ ἀπὸ ἐνταγίων ΧούιτοςΧουιτι χρυσώνουχρυσωνη ὁμοίως διαφόρων τίτλων καὶ διαφόρων ἰνδικτιόνων οὕτως ὡς ἑξῆς δηλοῦται. Χοῦις χρυσώνης Φιλάμμωνι ὑποδέκτῃὑποδεκτης χρυσοῦ Ἑρμοῦ πόλεως. ὑπεδεξάμην παρά σου ὑπὲρ τῆς σῆς πολιτείας χρυσοῦ λίτρας τριάκοντα ὀκτὼ οὐγκίας τρεῖςτρῖς ὀμβρύζηςἐνβρύζης καὶ ἀνα λώματος γίνεται χρυσοῦ λίτραι λη οὐγκίαι γ διαφόρων τίτλων χωρὶς διαστολῶν ἀκύρων οὐσῶν ἑτέρων ἐντα γίων ἀπὸ ἰνδικτίονος ιγ καὶ ἀπὸ ιδ ἰνδικτίονος καὶ λοιπάδων· ἀπεστάλησαν εἰς τοὺς θείους θησαυροὺς Ἁθὺρ η πεντεκαιδεκάτης ἰνδικτίονος, εἴτεεἴδε ἐν σταθμῷ εἴτεεἴδε ἐν νομισματίοις. Χοῦις χρυσώνης σεσημείωμαισεσημίωμαι χρυσοῦ καθαροῦ λίτρας τριάκοντα ὀκτὼ οὐγκίας τρεῖςτρῖς γίνεται χρυσοῦ λίτραι λη οὐγκίαι γ μόνας. μετὰ τὴν ὑπατείαν Ῥιγχομήρου καὶ Κλεάρχου τῶν λαμπροτάτων ἐπάρχων. Κλαύδιος Ἆπις πολιτευόμενος Ἀντινόουαντινολυ πόλεως χρυσώνης ἐπαρχείας Θηβαίδος ἑξῆς ὑπογράφων. Αὐρηλίῳ Φιλάμμωνι Ἑρμοῦ βουλευτῇ Ἑρμοῦ πόλεως ὑποδέκτῃὑποδεκτης χρυσοῦ χαίρειν. ἀκολούθως τοῖς προστα χθεῖσι ὑπὸ τῆς ἐξουσίας τοῦ κυρίου μου τοῦ λαμπροτάτου ἡγεμόνος Φλαυίου Οὐλπίου Ἐρυθρίου ὑπεδεξάμην παρὰ σοῦ ὑπὲρ τῆς σῆς πολιτείας ἀπὸ λόγου χρυσοῦ ἀρουρατίονοςἀρουραονος διγραμμ τῆς ιβ ἰνδικτίονος χρυσοῦ λίτρας δέκα γίνεται χρυσοῦ λίτραι ι μετὰ τῆς ὁρισθείσης ὀμβρύζης καὶ τοῦ ἀναλώματος καὶ ἐξεδόμην σοι ταύτην τὴν ἀποχὴν πρὸς ἀσφάλειανἀσφάλιαν καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Κλαύδιος Ἆπις χρυσώνης ὑπεδεξάμην χρυσοῦ λίτρας δέκα γίνεται χρυσοῦ λίτραι ι μετὰ τῆς ὀμβρύζης καὶ τοῦ ἀναλώματος καὶ ἐξέδωκα ταύτην τὴν ἀποχὴν ὡς πρόκειται. ἄλλο ἐντάγιον Χούιτος ὁμοίως. Χοῦις χρυσώνης Φιλάμμωνι ὑποδέκτῃὑποδεκτης χρυσοῦ Ἑρμοῦ πόλεως. ὑπεδεξάμην παρά σου ὁμοίως ὑπὲρ τῆς σῆς πολιτείας χρυσοῦ λίτρας δεκατέσσαραςδεκατέσσαρες οὐγκίας δύο γράμμα ἓν μετὰ τῆς ὀμβρύζης καὶ ἀναλώμασι γίνεται χρυσοῦ λίτραι ιδ οὐγκίαι β γράμμα α διαφόρων τίτλων χωρὶς διαστολῶν ἀκύρων οὐσῶν ἑτέρων ἄλλων ἐνταγίων ἀπὸ ἰνδικτίονος ιγ ἕως ιδ καὶ λοιπάδων καὶ ἀπεστάλησαν εἰς τοὺς θείους θησαυροὺς Ἁθὺρ η πεντεκαιδεκάτης ἰνδικτίονος καὶ ὑπὲρ Αἰλιανοῦ ἐξάκτορος χρυσοῦ νομισμάτια ἑκατὸν λίτραν μίαν οὐγκίας τέσσαρας γράμματα δέκα ἕξ , ἔστι δὲ ἐν σταθμῷ εἴτεεἴδε ἐν νομισματίοις. Χοῦις χρυσώνης σεσημείωμαισεσημίωμαι χρυσοῦ λίτρας ιδ οὐγκίας β γράμμα α. καὶ ὑπὲρ Αἰλιανοῦ καθαροῦ νομισ μάτια ἑκατὸν. Χοῦις σεσημείωμαι.Cross-references (3)
- TM-Text 22372 primary
- DDbDP-Text p.lips;1;62 tier-1
- HGV-Text 22372 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.