no image
DDbDP-text
Affitto di terreno via HGV-meta
Sharecropping lease of dry land at Aphrodite. Lease of land at Aphrodite in the Antaiopolite nome, in which Aurelius Sansneus son of Psaios rents from Apollos son of Dioskoros and partners a plot of dry land next to his own holding. He undertakes all the cultivation with his own animals, irrigation from his cistern if needed, and an equal division of the crop and chaff as labour share and rent. machine translation
Linked by Trismegistos ID
TM 19344.
Each record below describes this same artifact or text from a different angle.
ὑπατείας Φλαουίου Βιταλιανοῦ τοῦ ἐνδοξοτάτου
Θὼθ γ ιδ ἰνδικτίονος.
τοῖς τιμιωτάτοις Ἀπολλῶτι υἱῷ
Διοσκορόυ Ψιμανωβὲτ καὶ ……
Βίκτορος ἀπὸ κώμης Ἀφροδίτης τοῦ Ἀνταιοπολίτου νομοῦ παρὰ Αὐρηλίου Σανσνεοῦτος
Ψαίου Ωρταβανε ἀπὸ τῆς αὐτῆς κώμης χαίρειν. ☧
μεμίσθωμαι παρʼ ὑμῶν πρὸς ὅλον
χρόνον ὃν αἱρεῖσθε τῷ ἐμῷ κλήρῳ καὶ
……ρας τοῦ ἑξῆς δηλουμένου γῃδίου
ἀπὸ καρπῶν σὺν θεῷ μελλούσης πεντεκαιδεκάτης ἰνδικτίονος καὶ αὐτῆς τὸ ὑπάρχον μέρος
κλήρου ἀνύδρου γῃδίου ἐκ νότου
τῶν ἐμῶν ἀρουρῶν ἐκ βορρᾶ τοῦ ἀπὸ τῆς
κώμης Πακεσκητος κλήρου Φερκο, ἐφʼ ᾧ με
ταύτας γεωργήσειν καὶ τὴν πᾶσαν
ἐργασίαν ποιήσασθαι καὶ δέξασθαι ἰδίοις μου
ζῴοις καὶ γεωργῷ σὺν θεῷ διδόναι
τὴν σπερμοβολίαν ἐκ τῆς κοινότητος
ὡς ἔρχεται. ἐν παντὶ δὲ χρόνῳ μὴ λιμνασθῇ
ὅλον τὸν κλῆρον ἀλλὰ μέρος λιμνασθεῖσαι
τοῦτον αὐτουργῆσαι πρὸς ἀναλογίαν τῶν
ἐμῶν ἀρουρῶν καὶ ποτίσαι ἀπὸ τοῦ λάκκου
τοῦ ἐμοῦ κτήματος καὶ τὴν ἀναλογίαν τοῦ
ὀργάνου καὶ τῶν ἀναλωμάτων ἐκ τῆς
κοινότητος καὶ τῶν λειφθησομένων παντοίων
γενημάτων καὶ ἀχύρων εἰς ἡμᾶς μερισθήσεται
κατὰ τὸ ἥμισυεἰς ἐμὲ μὲν μέρος ἓν ὑπὲρ τῶν
καμάτων, εἰς σὲ δὲ μέρος ἓν ὑπὲρ τῶν ἐκφορίων.
ἡ μίθωσις κυρία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. † † †
πρὸς ἀναλογίαντῶν ἐμῶν ἀρουρῶν ἐπὶ ἐκφορίων
ὡς δυνήσομαι[…]…[…]
…τρεῖς μεν[…]
ἡμισει…[…]
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.