no image
DDbDP-text
Demande d’ouverture d’un testament via HGV-meta
Application to the strategos for the opening of a freedwoman's will. Theon son of Pauseirion of Oxyrhynchus asks the strategos Isidoros to have the will of a deceased freedwoman opened. He presents the will she had deposited with him, brings four of its witnesses, and reports paying the 12-drachma fee for opening a will. machine translation
Linked by Trismegistos ID
TM 20983.
Each record below describes this same artifact or text from a different angle.
Ἰσιδώρῳ στρατηγῷ
παρὰ Θέωνος Παυσειρίωνος τοῦ
καὶ Γερμανίου Ἰσᾶτος μητρὸς Ταυσαράπιος τῆς καὶ Σεραοῦτος ἀπʼ Ὀξυρύγχων πόλεως. Α…αριον, ἀπελευθέρα Σαραπίωνος Ἀπολλωνίου, μητρὸς Ἡρακλοῦτος, ἀπὸ
τῆς αὐτῆς πόλεως, τελευτῶσα
παρέθετό μοι ἐκδόσιμον ἧς ἔθετο διὰ τοῦ ἐνθάδε ἀγορανομίου τῷ
μηνὶ Γερμανικείου τοῦ διελθόντος τρισκαιδεκάτου ἔτους Αὐρηλίου
Ἀντωνίνου Καίσαρος τοῦ κυρίου,
εἰς τὸ λυθῆναι μετὰ τελευτὴν αὐτῆς· ὅθεν ἐπιφέρων τοῦτο καὶ
παριστὰς ἀπὸ τῶν μαρτυρησάντων τῇ διαθήκῃ μάρτυρας Διονύσιον τὸν καὶ Ἀμόιν Ἡρακλείδου τοῦ Διονυσίου τοῦ καὶ Ἀμόι μητρὸς Σαραποῦτος,
καὶ Διογένην Ἀπολλοφάνους τοῦ
Διογένους, καὶ Σαραπίωνα Χαιρήμονος τοῦ Σωσιβίου, καὶ Ἀγαθὸν Δαίμονα ἀπελεύθερον Ἡρακλείδου καὶ Σαραπίωνος τοῦ καὶ Δωρίωνος, τοὺς
τέσσαρας ἀπὸ τῆς αὐτῆς πόλεως,
διὸ ἀκολουθῶς τοῖς κελευσθεῖσι
διαγράψας Ὥρῳ τῷ καὶ Ὡρίωνι καὶ
Δημητρίῳ τὰς ὀρισθείσας δίδοσθαι λύσεως διαθήκης δραχμὰς δέκα δύο , ἀξιῶ τὴν τῆς διαθήκης
λύσιν γενέσθαι. ἔτους ιδ Αὐτοκράτορος
Καίσαρος Μάρκου Αὐρηλίου
Ἀντωνίνου Σεβαστοῦ Ἀρμενιακοῦ
Μηδικοῦ Παρθικοῦ Γερμανικοῦ
μεγίστου, Παῦνι ιδ
Θέων Παυσιρίωνος
ἐπιδέδωκα.
Παῦνι ιη …χυιου
………[…]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.