no image
DDbDP-text
Contrat d’apprentissage, concernant le métier de tisserand assis via HGV-meta
Linked by Trismegistos ID
TM 20987.
Each record below describes this same artifact or text from a different angle.
Μηνόδωρος Ἀπολλωνίου, Ἀλθαιεύς, Λουκίῳ Πομπηίωι ΝίγεριΜίγερι χαίρειν. ὁμολογῶ σε ἐκδεδόσθαιἐγδεδόσθαι μοι τὸν υἱὸν σοῦ Φοῦσκον, οὐδέπω ὄντα τῶν ἐτῶν ἐκδιδάξαιἐγδιδάξαι τὴν λινουφικὴνλινυφικὴν τῶν καθημένων τέχνην πᾶσαν ἐντελῶς, καθὰ καὶ ἐγὼ ἐπίσταμαι, ἐν ἔτεσιτησι δυσί ἀπὸ μηνὸς Γερμανικείου τοῦ ὀγδόου ἔτους Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος, ἐφʼ ᾧ καὶ χορηγήσω σοὶ ὑπὲρ αὐτοῦ μισθὸν κατὰ μῆνα ἕκαστον ἀργυρίου δραχμὰς τέσσαρας γίνονται δραχμαὶ δ, σοῦ τοῦ πατρὸς τρέφοντος αὐτὸν καὶ ἱματίζοντος· ὃν καὶ παρέξῃ μοιπαράξῃ μιπαράξημι παραμένοντα πρὸς τῇ μαθήσει, αὐτὰς τὰς ἡμέρας, ὑπήκοον ὄντα ἐν τοῖς κατὰ τὴν τέχνην· ἀργήσειἀργήση τοῦ μηνὸς ἡμέρας τρεῖς · ὧνὁ͂ν καὶ οὐδὲν ἀπὸ τοῦ μισθοῦ ὑπολογήσω· τῶν δὲ πλείονων τοῦ μὲν μισθοῦ τὸ ἐπίβαλλον ὑπολογήσω, ἀντιπαρέξῃ μοιἀντιπαράξῃ μιἀντιπαράξημι δὲ αὐτὸν τὰς ἴσας μετὰ τὸν χρόνον ἐπὶ τοῖς αὐτοῖς· ὃν καὶ οὐκ ἀποσπάσεις ἀπʼ ἐμοῦ ἐντὸς τοῦ χρόνου, οὐδέ μοι ἐξέσθαι ἀποτρίψασθαιἀποτρειψας αὐτὸν ἐντὸς τοῦ ἴσου χρόνου· τούτου δὲ πληρωθέντος ἐπιδείξομαι σοὶ αὐτὸν ἐπὶ ὁμοτέχνων τριῶν ὧν ἐὰν κοινῇ γνῶμῃ ἑλώμεθα κοινῇ ἐὰν δʼ ἔν τινιτινει παραβαίνω ἐκτείσω σοὶ παραχρῆμα τά τε βλάβη καὶ δαπανήματα καὶ οὓς ἐὰν προσοφείλω μισθοὺς σὺν ἡμιολίᾳ καὶ ἐπίτιμονἐπίτειμον ἀργυρίου δραχμὰς ἑκατὸν , καθάπερ ἐκἐγ δίκης, χωρὶς τοῦ κύρια εἶναι τὰ προγεγραμ μένα. ἔτους η Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος, Φαρμοῦθι ιη. ὡς ἐτῶν μ οὐλὴ μήλῳ δεξιῷ. Μηνόδωρος Ἀπολλωνίου διδάξω καὶ ποιήσω καθώς πρόκειται. Μηνόδωρος ΦούσκουSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.