no image
DDbDP-text
Politesses monastiques via HGV-meta
Linked by Trismegistos ID
TM 37234.
Each record below describes this same artifact or text from a different angle.
[r]
†
† εὐκαιρίαν εὑρὼν τοῦ γραμματηφόρου ἀναγκαῖον ἡγησάμην γράφειν,
προσκύνων καὶ ἀσπαζόμενος τὰ εὐλογημένα ἴχνη τῶν εὐλογημένων
ποδῶν τῷ ἐμῷ ἀγαθῷ δεσπότῃ, μετὰ καὶ πάντων τῶν
συνόντων θεοφιλεστάτων ἀδελφῶν τῷ ἐμῷ ἀγαθῷ δεσπότῃ, καὶ
παρακαλῶ τὸν ἐμὸν δεσπότην μνησθῆναι τῇ ἐμῇ ταπεινώσει ἐν
ταῖς πανοσίαις καὶ εὐπροσδέκταις εὐχαῖς τῷ ἐμῷ ἀγαθῷ δεσπότῃ,
ἄχρι ἀξιώσῃ με ὁ Θεὸς καὶ κατὰ πρόσωπον προσκυνῆσαι τὸν
ἐμὸν ἀγαθὸν δεσπότην. οὐ παύομαι γὰρ νύκτα καὶ ἡμέραν
εὐχόμενος πρὸς τὸν δεσπότην Χριστὸν ὑπὲρ τῆς σωτηρίας καὶ
διαμονῆς τῷ ἐμῷ ἀγαθῷ δεσπότῃ, καὶ πάντων τῶν ἀγαπώντων
τὸν ἐμὸν δεσπότην ἐν Κυρίῳ, δέσποτα. † Φαμενώθ, β, ἰνδικτιῶνος β †
[v,ctr]
σὺν Θεῷ. τῷ ἐμῷ ἀγαθῷ δεσπότῃ, μετὰ τὸν Θεόν, προεστῶτι, † Ψοῗος, ἐλάχιστος
[v,md]
δοῦλος.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.