no image
DDbDP-text
Pétition via HGV-meta
Linked by Trismegistos ID
TM 34027.
Each record below describes this same artifact or text from a different angle.
† τῷ μετὰ θεὸν ἀγαθῷ μου δεσπότῃ τῷ πανευφήμῳ καὶ θεοφυλάκτῳ Κύρῳ
παρὰ Εὐλογήτου ὑμετέρου δούλου. †
† διαφόρως, ἀγαθὲ δέσποτα, ἐζήτησα προσελθεῖν καὶ φόβος με
ἐκώλυσεν. ἀκούσας δὲ ὅτι ὁ θεοφύλακτος Κύρις ἐκέλευσεν ἕκαστον δεόμενον
προσελεύσει χρήσασθαι , διʼ ἧς δέομαι καὶ παρακαλῶ ἐλέους τυχεῖν μετὰ τῶν
ταπεινῶν μου παίδων διὰ τὴν πολλήν μου στένωσιν. οὔτε γὰρ ἔχω τι ἄλλο
πωλῆσαι, ὡς οἶδεν Κύριος, ἀλλὰ καὶ ἀγάπην ἔλαβον διὰ …· ἐζήτησα γὰρ καὶ ἂν
τὰ ναῦλα τοῦ μικροῦ πλοιαρίου λαβεῖν παρὰ τοῦ ναύτου εἰς ἀνάλωμά μου καί, ὡς εἶπεν
ὁ αὐτὸς ναύτης, ὁ κόμης Ἡρακλῆς ἐκώλυσεν αὐτά. καὶ μάρτυς μου ὁ Θεός, θεοφύλακτε
δέσποτα, διαφόρως ἐκινδύνευσα εἰς τὴν ἐνορίαν φυγεῖν διὰ τὸ μὴ περιφρονεῖν με
περὶ τὰ ἔνδοξα πράγματα, ἀλλὰ καὶ[…]τὰ ἀκάνθια εἰσέβαλον εἰς τὸ αὐτὸ
πλοιάριον παρὰ πραγματευτοῦ ἠγορασμένα περὶ ἐννέα νομισμάτων, καὶ τὰς ἀποδείξεις
ἔχω· τὰ γὰρ λοιπὰ πάντα ἀπὸ Ἀλεξανδρείας ἐπέμφθησάν μοι, καὶ ἀκμὴν χρεωστῶ
ἐκεῖ μέρος· χρεωστῶ δὲ καὶ ἐνταῦθα ἐνοίκια καὶ ἀναλώματα καὶ αὐτὸ γὰρ τὸ πλοιάριον
ἀγοράζω, ἐπειδὴ καὶ τὰ ταπεινά μου ἄλογα ἐπήρθησαν. καὶ πάντοθέν μοι στενά.
δάνεισον οὖν καὶ ὑπὲρ ἐμοῦ, δέσποτα, τῷ φιλανθρώπῳ θεῷ· ὁ γὰρ ἐλεῶν πτωχόν ,
ὡς ἴστε, θεῷ δανείζει . ὡς οἶδεν ὁ Θεός, δέσποτα, τὴν σύνδουλόν μου καὶ τὴν παῖδα
αὐτῆς ἐζήτησα πέμψαι εἰς τὰ ἀμμᾶ Ἰωαννίας πρὸς τὴν ἄλλην μου θυγατέρα.
καὶ μὴ ἔχων τί δύναμαι δοῦναι αὐταῖς, τοῦτο οὐκ ἔπραξα. διὰ κρίσεως
ἀγαθῆς, ὁ θεοφύλακτος Κύρις δύναται καὶ ἐμὲ ἐλεεῖν καὶ κελεύειν […]
τὸ πλοιάριον, εἴπερ παρίσταται τῇ ἀγαθῇ σου ψυχῇ, καὶ καὶ ἂν ἐκ τῆς[…]
εὕρω ὀλίγον ἐλαφρυνθῆναι τῶν χρεῶν. ὡς Κύρις οὖν ἀγαθὸς […]
συγχώρησόν μοι τῷ ἐν πτωχείᾳ μεγάλῃ …αραντα οὐδε[…]
ὡς δεσπότης θεὸς ἀνευθύνει τὸν πανεύφημον καὶ θεοφύλακτον[…]
καὶ ἐμοῦ προνοήσηται μετὰ τέκνων καὶ ἄλλων ξένων. εὐχομαι[…]
δέσποτα, ὅπως συνήθως τῆς συγκροτήσεως ἀξιούμενος[…]
τῷ μισθαποδότῃ θεῷ ὑπὲρ σωτηρίας καὶ εὐζωίας καὶ ε[…] τῶν
πανευφήμων καὶ θεοφυλάκτων κύρων καὶ ἁμαρτωλῶν[…]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.