Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.freib.3.30
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
θέσθω δὲ καὶ τὴν περὶ γάμου συγγραφήν, ἀφʼ ἧς ἂν προείπηι Εἰρήνη, ἐν ἡμέραις χρηματιζούσαις τριάκοντα ἐπὶ τῶν πραγματευομένων τὰς γαμικὰς συγγραφὰς συγγραφόμενοςὡς ἂν ἐπὶ τοῦ καιροῦ κοινῶς κρίνωσιν, συγγραφόμενος τὴν φερνὴν ἀπεσχηκέναι των πρὸς τάλαντα τριάκοντα νυα πέντε ς ἐὰν δέ τις αὐτῶν ἀνθρώπινόν τι πάθηι καὶ τελευτήσηι, τὰ καταλειπόμενα ὑπάρχοντα εἶναι τοῦ ζῶντος αὐτῶν καὶ τῶν τέκνων τῶν ἐξ ἀλλήλων αὐτοῖς ἐσομένων. μὴ ὄντων δὲ αὐτοῖς τέκνων ἐξ ἀλλήλων ἢ καὶ γενομένων καὶ τούτων ἀπογενομένων πρὶν ἢ εἰς ἡλικίαν γενέσθαι ἢ μετὰ τὴν ὁποτερουοῦν τελευτήν, ἐὰν μὲν Εἰρήνη προτέρα τι πάθηι, τοῖς ἔγγιστα γένει οὖσιν αὐτῆς Εἰρήνης ἀποδοῦναι τὰ ἐν τῆι φερνῆι χαλκοῦ νομίσματος τάλαντα τριάκοντα , ἀφʼ ἧς ἂν ἡμέρας ἀπαιτηθῆι, ἐν δυσὶ μησί ιον αὐτῶν εναωνεναντιον ἐαν δὲ ὡσαύτως Μένων πρότερος ἀνθρώπινόν τι πάθηι καὶ τελευτήσηι, τέκνων αὐτοῖς μὴ ὄντων ἐξ ἀλλήλων ἢ καὶ γενομένων καὶ τούτων ἀπογενομένων τος ὑπάρχοντος τὴν προγεγραμμένην φερνὴν ἐν τῆι αὐτῆι διατιμήσει αὐτῆι διατιμής μένουσαν ἐν τῶι οἴκωι διὰ τοῦ ἀγορανόμουυ εἰς τὸ δημόσιον ἐν Κροκοδίλων πόλει. μέχρι δὲ τούτου ἔστω Εἰρήνη παρὰ Μένωνι πειθαρχοῦσα αὐτοῦ ὡς προσῆκόν ἐστι γυναῖκα ἀνδρί, κυριεύουσα μετʼ αὐτοῦ κοινῆι τῶν ὑπαρχόντων αὐτοῖς, μηδὲ γενέσθω Εἰρήνη ἀπόκοιτος μηδʼ ἀφήμερος ἀπὸ τῆς Μένωνος οἰκίας ἄνευ τῆς Μένωνος γνώ μης μηδʼ ἄλλωι ἀνδρὶ συνέστω μηδʼ αἰσχυνέτω Μένωνα ὅσα φέρει ἀνδρὶ αἰσχύνην ἢ αὐτὴ τούτων τι διαπραξαμένη κριθεῖσα στερέσθω τῆς φερνῆς. μηδʼ ἐξέστω Εἰρήνηι ἐξαλλοτριοῦν τι τῶν ὑπαρχόντων ἄνευ γνώμης ἐὰν δὲ Εἰρήνη ἑκοῦσα βούληται ἀπαλλάσσεσθαι ἀπὸ Μένωνος, ἀποδοὺς αὐτῆι Μένων τὴν φερνὴν ἁπλῆν, ἀφʼ ἧς ἂν ἡμέρας ἀπαιτηθῆι, ἐν ἡμέραις ἀποπεμψάτω αὐτήν. ἐὰν δὲ μὴ ἀποδῶι, ἀποτεισάτω τὴν φερνὴν χαλκοῦ νομίσματος τάλαντα τριάκοντα παραχρῆμα ἡμιόλια. εἴη μὲν ὑγίεια. ἐὰν δέ τις αὐτῶν τὰἀνθρώπινόν τι πάθηι καὶ τελευτήσηι, ὁ ζῶν καὶ τὰ ἐσόμενα ἐξ αὐτῆς τέκνα τέκνα ἐχέτωσαν τὰ καταλειπόμενα. μὴ ὄντων δὲ αὐτοῖς τέκνων, ἐὰν μὲν Εἰρήνη προτέρα τι πάθηι καὶ τελευτήσηι, Μένων ἐν δυσὶ μησὶν ἀποδώσει ἀποδώσει τὴν φερνὴν πᾶσαν. ἐὰν δὲ μὴ ἀποδῶι, ἀποτεισάτω παραχρῆμα τὴν φερνὴν ἡμιόλιον τὰ χαλκοῦ νομίσματος τάλαντα τεσσαράκοντα πέντε καὶ ἀναπεμπέσθω εἰς τοὺς περὶ Εἰρήνην τὰ ἄλλα αὐτῆς πάντα. τὴν δὲ ἀπόδοσιν ποιείτω Μένων τῆι μητρὶ αὐτῆς , ἐὰν περιῆι, ἢ τὸ πρὶν ἀπογενομένης τῆς μητρὸς, τοῖς ἔγγιστα γένει οὖσιν αὐτῆς Εἰρήνης. ἐὰν δὲ μὴ ἀποδῶι, ἀποτεισάτω τὴν φερνὴν ἡμιόλιον καὶ ἡ πρᾶξις ἔστω Εἰρήνηι ἐκ Μένωνος αὐτοῦ καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῶι πάντων. κατὰ τὰ αὐτὰ δὲ μὴ ἐξέστω Μένωνι γυναῖκα ἄλλην ἐπεισάγεσθαι μήτε παλλακὴν μηδὲ παιδικὸν ἔχειν μηδὲ τεκνοποιεῖσθαι ἐξ ἄλλης γυναικὸς ζώσης Εἰρήνης μηδʼ ἄλλην οἰκίαν οἰκεῖν ἧς οὐ κυρία ἐπὶ Εἰρήνην μηδὲ ἀποπέμπειν μηδʼ ὑβρίζειν μηδὲ κακουχεῖν αὐτὴν μηδʼ ἐξαλλοτριοῦν μηδὲν τῶν αὐτῆς ὑπαρχόντων ἐπʼ ἀδικίαι τῆς Εἰρήνης, ἄνευ τοῦ ἐπιγραφῆναι τὴν Εἰρήνην βεβαιώτριαν Εἰρήνης καὶ μένουσα ἐν τῶι οἴκωι Εἰρήνην ἀλλὰ καὶ τὰ δέοντα πάντα καὶ τὸν ἱματισμὸν καὶ τὰ ἄλλα ὅσα προσήκει γυναικὶ γαμετῆι παρεχέτω αὐτῆι ἐνδημῶν καὶ ἀποδημῶν κατὰ δύναμιν τῶν ὑπαρχόντων αὐτοῖς. ἐὰν δέ τι τῶν προκειμένων ἐπιδειχθῆι ποιῶν ἢ τὰ δέοντα ἢ τὸν ἱματισμὸν ἢ τὰ ἄλλα μὴ παρέχηι καθʼ ἃ γέγραπται, χωρὶς τοῦ μὴ ἀθετῆσαι τὴν τοῦ συνοικεσίου συγγραφήν, ἀποτεισάτω Μένων περὶετι τὴν φερνὴν ἡμιόλιον γεγραμμένην αἰ ἐὰν δὲ μὴCross-references (3)
- TM-Text 5119 primary
- DDbDP-Text p.freib;3;30 tier-1
- HGV-Text 5119 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.