Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.oxy.49.3491

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἐξέδοντο Ἡρακλείδης Σεῶτος τοῦ Ἡρακλείδου μητρὸς Ταοννώφριος καὶ ἡ γυνὴ Διονυσία Ἁρποκρατίωνος τοῦ Ἡρακλείδου μητρὸς Μασσαλείνης ἀμφότεροι ἀπʼ Ὀξυρύγχων πόλεως, ἡ Διονυσία μετὰ κυρίου τοῦ ἀνδρὸς Ἡρακλείδου, τὴν ἀμφοτέρων θυγατέρα Χαιρημονίδα Διονυσαπολλοδώρου Διονυσίου τοῦ καὶ Χρησίμου Διονυσίου ἀπὸ τῆς αὐτῆς πόλεως μητρὸς Ἀπολλωνίου τοῦ Ἱέρακος ἀστῆς ᾧ προσύνεστιν κατὰ χρηματις χειρόγραφον συνγραφὴν γεγονυῖαν τῷ ιβ ἔτει Ἀντωνίνου Καίσαρος τοῦ κυρίου ἣν ἀνέδοσαν ἀλλήλοις εἰς ἀκύρωσιν ἀρκούμενοιαρκουμενου τῇδε τῇ διὰ δημοσίου συνγραφῇ ἐν ἀγυιᾷ γυναῖκα γαμετήν, ἐφʼ ᾗ ἔσχηκεν ὁ γαμῶν ἅμα τῇ συνελεύσει παρὰ μὲν τοῦ πατρὸς Ἡρακλείδου ἐν φερνῇ ἀργυρίου τάλαντον α καὶ χειροψέλλιονχεροψέλιον καὶ φ ἀμφότερα χρυσοῦ σταθμῷ Ὀξυρυγχίτῃ μναιαίων β ἐν συντιμήσεισυντειμήσει δραχμῶν χ καὶ ἱμάτια ἐν συντιμήσεισυντειμήσει δραχμῶν τ, γείνονται ἐπὶ τὸ αὐτὸ τῆς φερνῆς τάλαντον α καὶ δραχμαὶ ω ϡ κεφαλαίου, αἷς οὐδὲν προσῆκται, παρὰ δὲ τῆς μητρὸς Διονυσίας ἐν παραφέρνοις ἐνωτίων χρυσῶν ζεῦγος τετάρτης α , καὶ πάλλιον χρωμάτινον, κασσιτέρου ἐνεργοῦ ὁλκῆς μνᾶς ιε, ζῴδιον Ἀφροδίτης, στάμνον, κάτοπτρον δίπτυχον κασιωτικόν, διφρ μυροθήκην ξυλίνην μ δίφρουςδιφρον γυναικείους αρτ δὲ τὰ γενόμενα τοῖς γαμοῦσιν ἐξ ἀλλήλων τέκνα Ἀθην καὶ Διον καὶ καὶ Η οἱ δʼ αὐτοὶ τῆς γαμουμένης γονεῖς Ἡρακλείδης καὶ Διονυσία προσμερίζουσιπροσμεριζει μετὰ τὴν ἑαυτῶν τελευτὴν τῇ θυγατρὶ Χαιρημονίδι, ἐὰν ζῇ, εἰ δὲ μὴ, τοῖς οὖσι καὶ ἐπεσομένοις αὐτῇ ἐκ τοῦ γαμοῦντος τέκνοις, ὁ μὲν πατὴρ Ἡρακλείδης τὰς ὑπαρχούσας αὐτῷ περὶ μὲν Σενεψαὺ ἐκ τοῦ Διονυσοδώρου Νετρὼ ἐκ τοῦ Φίλωνος κλήρου ἄρουραν α 𐅵, καὶ ἐκ τοῦ Βακχυλ καὶ Καράβου ἀρούρης 𐅵 δ η, ἡ δὲ μήτηρ Διονυσία τὴν ὑπάρχουσαν αὐτῇ ἐν κ ἕξει δὲ ὁ γαμῶν ἐφʼ ὅσον σύνεστιν τῇ γαμουμένῃ, ὡς καὶ προέσχε, εἰς τὴν κοινὴν βιοτείαν καὶ ἀπὸ τοῦ ἐνεστῶτος κα ἔτους τὴν κ τῇ γαμουμένῃ ὑπὸ τοῦ πατρὸς ἀρουρῶν ε η, καὶ τὴν ἐνοίκησιν καὶ ἐνοίκια τῆς μερισθείσης αὐτῇ ὑπὸ τῆς μητρὸς οἰκίας καὶ αἰθρίου καὶ τοὺς προς αὐτ τόκους τοὺς ἐν ἀργυρίου δραχμαῖς , οὐκ ἐξόντος τοῖς γαμοῦσιν οὐδὲ ἃ ἐμέρισαν ὡς πρόκειται ὑποτίθεσθαι οὐδʼ ἑτέροις μερίζειν οὐδʼ ἄλλως καταχρηματίζειν οὐδὲ ἀφαιρεῖσθαι τὴν καρπείαν καὶ ἐνοίκησιν καὶ ἐνοίκια. ης συνγραφῆς τὰ ὑπάρχοντα αὐτ ἐν μὲν Ὀξυρύγχων πόλει ἐπʼ ἀμφόδου Λυκίων Παρεμβολῆς οἰκίαν καὶ αὐλὴν καὶ χρηστήρια, περὶ δὲ καὶ ἀμπελικὸν κτῆμα, ὅσων ἐὰν ἦν ἀρουρῶν, καὶ τὰ τούτου ὑδρεύματα καὶ χρηστήρια καὶ ἐποίκιον καὶ ἡλιαστήριον, οὐκ ἐ ξόντος καταχρηματίζειν χωρὶς εὐδοκήσεως τῆς γαμουμένης. συνβιούτωσαν ἀλλήλοις ἀμέμπτως οἱ γαμοῦντες καὶ χορηγείτω ὁ γαμῶν τῇ γαμουμένῃ καὶ τοῖς ἐξ ἀλλήλων τέκνοις τὰ δέοντα κατὰ δύναμιν. ἐὰν δὲ διαζυγῶσιν ἀλλήλων οἱ γαμοῦντες οὐκ ὄντων αὐτοῖς ἐξ ἀλλήλων τέκνων ἀποδότω ὁ γαμῶν τὰ μὲν παράφερνα παραχρῆμα, οἷα ἐὰν ἦν, μηδεμιᾶς πρὸς αὐτὸν τρίψεωςτρείψως μηδὲ ἀπουσίας ἐνλογουμένης, ἐπὶ δὲ τῶν ἐν αὐτοῖς ἱματίων ταλαντ α ενη δραχμ ϡω ἐν ἡμέραις ξ επερισης ωσταθ γαμ λ τὰ παράφερνα ὡς ἐπάνω δεδήλωται γαμου φερνὴν ἱμάτια καὶ χρυσᾶ σὺν τῇ ἐσομένῃ η γαμο απο λ τ ἀποδότω ὁ γαμῶν τῇ ἐξ ἀλλήλων τέκνοις ἀρουρ Παώμει δραχμ καὶ αι αν μετὰ τὴν παραλημψ μη αυτη η τὰ τέκνα δια ἐὰν ἡ γαμουμένη τὰ τέκνα νομ αὐτῆς πάντα

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.