Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.oxy.3.496

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἔτους ἑνδεκάτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Φαρμοῦθι κδ, ἐν Ὀξυρύγχων πόλει τῆς Θηβαίδος, ἀγαθῇ τύχῃ, ἐπὶ Ἰουλίας ΣεβαστῆςΣεβαστῆς ἐν ἀγυιᾷ. ἐξέδοτο Σαραπίων Σαραπίωνος τοῦ Σαραπίωνος τοῦ Σαραπίωνος μητρὸς Θαίδος Σαραπίωνος ἀπὸ Ὀξυρύγχων πόλεως τὴν ἑαυτοῦ θυγατέρα Θαίδα μητρὸς σμι Σαραπίωνι Εὐδαίμονος τοῦ Θέωνος μητρὸς Ἡρᾶτος τῆς μητρὸς Διδοῦτος, ἀπέχει δὲ ὁ γαμῶν παρὰ Σαραπίωνος τοῦ πατρὸς καὶ ἐκδότου τιων ζεῦγος μναιαίων τριῶν καὶ τετάρτων δεκατεσσάρων ἡμίσους περονίδιονπερονεδιον τετάρτων ὀκτὼἁπτώδιονδιον τετάρτων ἓξ ἁλυσίδιονἁλυσείδιον ἔχον χλωροὺς χτους λίθου τοῦ χρυσίου ἄγοντος τετάρτας ἥμισυ ὡς εἶναι ἐπὶ τὸ αὐτὸ χρυσίου σταθμῷ ὈξυρυγχειτικῷὈξυρυγχείτῃ μναιαῖα πέντε καὶ τετάρτας καὶ ἱματίων συνθέσεις δύο ζώνας δύο σανδυκίνηνσανδυκινας ῥοδίνην ατιον πάλλιονπάλιον πάντα δὲ ἐν συντιμήσει ἀργυρίου δραχμῶν πεντακοσίων ἑξήκοντα καὶ ἀργυρίου δραχμὰς χιλίας ὀκτακοσίας ἑξήκοντα ὡς εἶναι ἐπὶ τὸ αὐτὸ τὴν ὅλην φερνὴν ἀργυρίου Σεβαστοῦ νομίσματος δραχμὰς τετρακισχιλίας ἑκατόν, καὶ ἡ τῆς γαμουμένης μάμμη Θαὶς Σαραπίωνος μητρὸςτητρος Ἡρακλούτος ἀπὸ τῆς αὐτῆς πόλεως μετὰ κυρίου τοῦ ἑαυτῆς μὲν ἑτέρου υἱοῦ τοῦ δὲ ἐκδότου γνησίου ἀδελφοῦ Σαραπίωνος Σαραπίωνος ὁμολογεῖ ἐν ἀγυιᾷ τῇ αὐτῇ ἐγδοῦναι τὴν Θαίδα καὶ δίδωσι τῇ αὐτῇ Θαίδι Καλ λιτύχης καὶ τῶν ἐσομένων ἐξ αὐτῆς ἐκγόνων τὴν δὲ δουλείαν καὶ ἀποφορὰς αὐτῆς συνέξει ὁ γαμῶν μμων τῇ γαμουμένῃ ἐφʼ ὅσον σύνεισι ἀλλήλοις, οὐκ ἐξόντος τῷ γαμοῦντι ετισθαι τὴν δούλην ἄνευ τῆς υ οὐδέ τι προσφερόμενον οἰκίαν καὶ αἴθριον καὶ αὐλὴν καὶ τὰ ταύτης χρηστήρια καὶ δοῦλα σώματα Σαραποῦν καὶ Νικαροῦν καὶ τὰ τῆς Νικαροῦτος ἔκγονα Σαραποῦν καὶ Κέρδωνα καὶ Ἐπίχαρμον καὶ τὰ ἐσόμενα ἐξ αὐτῶν ἢ ἄλλωνἄλων ἔκγονα καὶ ἃ ἐὰν πρὸς τούτοις ἐπικτήσηται ἢ προσκ πωλεῖν οὐδὲ ὑποτίθεσθαι οὐδὲ ἄλλως καταχρη ματίζειν χωρὶς εὐδοκούσης τῆς γαμουμένης. συμβιούτωσαν οὖν ἀλλήλοις ἀμέμπτως οἱ γαμοῦντες καὶ χορηγείτω ὁ γαμῶν τῇ γαμουμένῃ τὰ δέοντα κατὰ δύναμιν, ἐὰν δέ τι διαφέρωνται πρὸς ἀλλήλους καὶ βούληται ἡ γαμουμένη ἀπαλλάσσεσθαι ἀπὸ τοῦ γαμοῦντος ἐπει δὰν ἡ ἀπαλλαγὴ γένηται ἡ γαμουμένη μὲν ἀποσπάτω τὴν δούλην Καλλιτύχην καὶ τὰ ἐσόμενα ἐξ αὐτῆς ἔκγονα καὶ ἀποδότω ὁ γαμῶν τῷ ἐκδότῃ ἐὰν περιῆνπεριῆνπεριῇ, εἰ δὲ μή, τῇ γαμουμένῃ τὰς τῆς φερνῆς δραχμὰς τετρακισχιλίας ἑκατὸν ἐν ἡμέραις ἀφʼ ἧς ἐὰν ἀπαιτηθῇ ἢ ἀποτεισάτω μεθʼ ἡμιολίας ἕκαστα καὶ ταδεκινις γένηται. ἐὰν δὲ ἔνκυος οὖσα ἡ γαμουμένη ἀπαλλαγῇ δώσει αὐτῇ ὁ γαμῶν ἄλλας εἰς λόγον λοχείας δραχμὰς ἑξήκοντα . συνφερομένων δʼ αὐτῶν εἴη μὲν ὑγεία, ἐὰν δὲ η τινα τῶν γαμούντων τελευτῆσαι ἐχέτω ὁ γα μῶν τὴν κατὰ τῶν ἑαυτοῦ ἐξουσίαν ἃ ἐὰν αἱρῆται ἐπιτελεῖν καὶ οἷς ἐὰν βούληται μερίζειν, ἐὰν δὲ μηδὲν ἐπιτελέσῃ εἶναι καὶ αὐτὰ μετὰ τελευτὴν αὐτοῦ τῶν ἐξ ἀλλήλων τέκνων. εἰ δὲ ἦν ὁ γαμῶν πρότερος τετελευτηκὼς ἐχέτω ἡ γαμουμένη ἔστω ἡ γαμουμένη κατὰ τὸ ἥμισυ ἢ ὁ ἔγγιστος καὶ ὁ ὑπὸ τοῦ γαμοῦντος κατασταθησόμενος κατὰ τὸ ἕτερον ἥμισυ ἀμφότεροι ἐπίτροποι, τῶν τέκνων παρὰπατα τῇ μητρὶ διαιτωμένωνδιαιτουμένων ἕως ἡλικίας γένωνται. ἐὰν δὲ μηδένα ὁ γαμῶν τῆς ἡμισείας ἐπιτροπῆς ἐπίτροπον καταστήσῃ ἔστω μόνη ἡ γαμουμένη ἢ ὁ ἔγγιστοςἔνγιστος, οὐδενὶ ἐξόντος ἐκβάλλειν αὐτὴν τῆς ἐπιτροπῆς οὐδὲ μέρους. ἐὰν δὲ ἡ γαμουμένη προτέρα τελευτήσῃ τέκνων αὐτοῖς μὴ ὄντων ἐξ ἀλλήλων ἢ καὶ τῶν γενομένων μεταλλαξάντων ἀτέκνων ἀποδότω ὁ γαμῶν τὰ ἐν φερνῇ ἀργυρίου δραχμὰς τετρα κισχιλίας ἑκατὸν ἐν ἡμέραις ἑξήκοντα καὶ ἀναπεμπέσθω εἰς τοῦς αὐτοὺς περὶ τὴν γαμουμένην τὰ ἄλλα αὐτῆς πάντα. ἐὰν δὲ ὡσαύτως ὁ γαμῶν πρότερος τελευτήσῃ τέκνων αὐτοῖς μὴ ὄντων ἐξ ἀλλήλων ἢ καὶ τῶν γενομένων ἐπιμεταλλαξάντων ἀτέκνων ἀποσπάσασα τὴν δούλην Καλλιτύχην καὶ τὰ ἐσόμενα ἐξ αὐτῆς ἔκγονα, ἕως δʼ ἂν κομίσηται κυριευέτω πάντων, ἐπὶ δὲ πασῶν τῶν διαστολῶν ἐκλογῆς οὔσης περὶ τὴν γαμουμένην ἐὰν αἱρῆταιαἱρωται ἔχειν τὰ προκείμενα ἐν φερνῇ χρυσία ἄγοντα τὴν αὐτὴν ὁλκὴν ἢ τὴν ἴσην συντίμησιν τῆς πράξεως γινομένης τῇ γαμουμένῃ καὶ τοῖς αὐτῆς ἔκ τε τοῦ γαμοῦντος καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων καθότι πρὸς ἀλλήλους συνεχώρησαν. γνωστὴρ ἀμφοτέρων Διογένης Ἱέρακος γραμματεὺς ἀπὸ τῆς αὐτῆς πόλεως ἐν ἀγυιᾷ τῇ αὐτῇ.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.