no image
DDbDP-text
[r]
κυρίῳ μου ἀδελφῷ
Πετεχῶντι Πτολεμαῖος
χαί ρειν.
τῆς καὶ τῶν προτέρων ἀντιγραφῆς τῆς τυχούσης οὐ κατηξίωμαι·
ἀλλ’ γνών σου τὴν σύνεσινπρὸς
μὲ γράψαι οὐκ ὤκνησα πρόχειρον
εἶναι εὑρηκὼς τὸ πρὸς τοὺς ἀδελφοὺς ἀμετάβλητον φίλτρον.
ἄσπασαι πολλὰ τὸν κύριόν μου
πατέρα Ἁρποκρατίωνα μεθ’ οὗ μοι
κελεύσειας ὅ τι ἂνβούλοιο δι’ ἐμῆς μετριότητός σοι πραχθῆναι.
ἵνα μέντοι ἡσθῇς μαθὼν τὴν
τῶν καμήλων πορείαν ῥᾷστά μοι
καὶ μέχρι Πανὸς προκεχωρηκέναι.
ἐρρωμένος
μοι διατελοίης,
δέσποτά μου ἄδελφε.
[v]
[…] ἀδελφῷ Πετεχῶντι Π[…]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.