no image
DDbDP-text
[r]
τῷ δεσπότῃ μου Γελασίωι
Σαραπίων χαίρειν.
μαρτύρησον καὶ τῷ κυρίῳ μου
ἀδελφῷ Ἀστερίῳ τῷ σπεκουλάτορι
περὶ ἐμοῦ, ἕως σοι ἀπαντήσω·
τινὰ γὰρ ἔγραψεν τῷ κυρίῳ μου
ἀδελφῷ Ὀπτάτῳ ἀνάξια τῆς ἐμῆς
προαιρέσεως. ἔχω δὲ αὐτῷ ὑποδεῖξαι ὅτι ἐκτὸς τῶν σιγίλλων
σου γίνομαι καὶ ὑπὲρ ἐμοῦ ποίει·
περὶ δὲ Ἀμμωνίου τοῦ ὀφφικιαλίου, ὥς φησι
ὅτι τὸ ἴσον τῶν ἐπισταλμάτων ἔλαβεν, ἐγλαβέτω καὶ τὸ ἴσον τῶν
δοθέντων Ἑρμείνῳ καὶ Προβατίῳ.
οὗτοι γὰρ οὐκ ἐσαλεύθησαν τῆς
Κέλλεως ἀλλ’ ἐκεῖθεν παρ’ ἐμοῦ ἐν
προχρείᾳ τὰ φόρετρα παρέσχον
ὥστε Ἀμμωνίῳ περισσὸν οὐ παρέσχον· περὶ ὧν θέλεις κέλευέ μοι,
δέσποτά μου, ἡδέως ὑπηρετοῦντι.
ἐρρῶσθαί σε εὔχομαι, δέσποτά μου,
πολλοῖς χρόνοις εὐτυχοῦντα καὶ
εὐδοξοῦντα.
[v]
τῷ δεσπότῃ μου Γελασίωι Σαραπίων πρόεδρος
…Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.