no image
DDbDP-text
To Dorotheus via HGV-meta
Linked by Trismegistos ID
TM 35475.
Each record below describes this same artifact or text from a different angle.
[r]
χμγ
τῷ δεσπότῃ μου ὡς ἀληθῶς κατὰ πάντα
μοι τιμιωτάτῳ πατρὶ Δωροθέῳ
Ἀπάμμων ἐν κυρίῳ θεῷ χαίρειν.
πρὸ μὲν πάντων εὔχομαι τῷ πανελεήμονι
θεῷ περὶ τῆς ὁλοκληρίας ὑμῶν ὅπως ὑμᾶς
ὑγιαίνοντας καὶ εὐθυμοῦντας ἀπολάβῃ τὰ παρʼ ἐμοῦ γράμματα. ἔπειτα γνῶθι ὅτι διὰ τὴν
χάριν τοῦ σωτῆρος καὶ τῶν εὐχῶν τῶν
δικαίων ἀπήλθαμεν εἰς Χαιρέου διὰ δεκαεπτὰ ἡμερῶν καὶ οὐδὲν κακὸν ἐπάθομεν
οὐδὲ κομόδιν ἐδώκαμεν κατὰ ποταμόν ,
ἂν μὴ μόνας τριακοσίας μυριάδας …πουμου
ειαμηρι καὶ εἰς τὸ στόμα τῆς διώρυγος ἐδώκαμεν ἄλλας μυριάδας χιλίας διακοσίας, γίνονται δηναρίων μυριάδες Ασ ,
γίνονται ὁμοῦ δηναρίων μυριάδες Αφ. καὶ εἰσῆλθεν ὁ στρατηλάτης
πρός μου καὶ οὐδὲν κακὸν ἐποίησεν οὔτε στρατιώτας ἔχει ὅλως. ἐπειδὴ ἐχρόνισα καθʼ ὁδόν,
διὰ τὸ τοῦτο οὐ κατέλαβα Ἄλφιον οὐδὲ Μακάριον. τῇ χάριτι τοῦ θεοῦ ἐπλήρωσα τὴν ἀπόλυσιν τῶν σακκίων τῇ ἀγάπῃ τῶν μαρτύρων ἡμῶν. ἔτι μεγάλη
ἀπραγία ἐστὶν ἐν Ἀλεξανδρείᾳ. μὴ θελήσῃς
οὖν λαβεῖν ἐπιθήκην παρά τινος ἐπὶ ἐκλύω ταῦτα καὶ ἀνέρχομαι εἰς Ὀξυρύγχων.
μὰ τὸν θεὸν ανου………σ… Ἡραείσκος ἔπεμψεν Θεόδωροντὸν βοηθὸν
αὐτοῦ εἰς Καισάρειαν μετὰ τῶν σακκίων
αὐτοῦ πάλιν καὶ Σερα[…]
Δωρόθεος των ἀδελ[…]
εἰς Καισάρειαν μετὰ τῶν σακκίων αὐτοῦ. ἰδοὺ προέγραψά σοι. μὴ θελήσῃς
[v]
οὖν λαβεῖν ἐπιθήκην καὶ ποιῇς με διατραπῆναι ἐν Ἀλεξανδρείᾳ.
ἐὰν θεὸς θέλῃ καὶ γένηται πρᾶξις, οὐκ ἀμελῶ, πέμπω σοι χρύσινον. ἤδη
γὰρ ενομ…ε Θεόφιλος πρὶν ἀπογομῶσαι καὶ προδωκη… τὴν
ἀποχὴν διὰ τοῦ ἀδελφοῦ ἡμῶν Π……. πολλά σε προσαγορεύω
ὑμᾶςκατʼ ὄνομα ἐν τῇ οἰκίᾳ σου. ἐρρῶσθαί σε εὔχομαι
πολλοῖς χρόνοις. Παῦνι κθ.
ἀπόδος …Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.