no image
DDbDP-text
Letter of Apion via HGV-meta
Linked by Trismegistos ID
TM 28373.
Each record below describes this same artifact or text from a different angle.
[r]
Ἀπίων Ἀπίωνι τῶι υἱῷ καὶ Ὡρίωνι τῶι φιλτάτῳ πλεῖστα χαίρειν.
πρὸ τῶν ὅλων εὔχομαι ὑμᾶς ὑγιαίνειν μετὰ τῶν τέκνων καὶ συμβίων. ὅσα
διὰ τῆς ἑτέρας ἐπιστολῆς ἔγραψα ἵνα μὴ τὰ αὐτὰ γράψω καὶ Ὡρίωνι γράφω. διεπεμψάμην ὑμῖν διὰ Εὐτυχοῦς τοῦ ἀπὸ Ἰσίου Τρύφωνος διαστολικὰ γ, β μὲν πρὸς γεωργοὺς Μαξίμου, τὸ δὲ ἄλλο πρὸς Διογένην τὸν τοῦ Βελεη…, εὐθέως δημοσιώσατε αὐτὰ πρὸ τοῦ
Φαῶφι ἵνα μὴ ἐκπρόθεσμα γένηται. ἕτερα δὲ ἀνεπέμφθη Πανεχώτῃ νομικῷ παρʼ οὗ
κομίσεσθε καὶ δότε αὐτῷ δραχμὰς ξδ. τὸ χορτόσπερμον πωλήσατε καὶ πύθεσθε
τοῦ Ὀ[…]φ[…]λη εἰ χρείαν ἔχει τοῦ ἀπὸ Ταμπιτεί. αἱ πρόσοδοί μου αἱ διὰ τῶν γεωργῶν
διασταλεῖσαι ἢ παρὰ τῷ ταμείῳ ἐν παραθέσει λογισθήτωσαν ἢ ἐν ἀσφαλεῖ ἔστωσαν
παρὰ τοῖς γεωργοῖς ἵνα θεῶν θελόντων ἐὰν ἀνεθῶσι μὴ ἔχωμεν περιπλοκὴν πρὸς τὸν ἀντίδικον, ἢ ὁ κίνδυνος αὐτῶν ἤτω πρὸς τοὺς γεωργούς. τὴν οἰκίαν Τ[…]…βιου μὴ μισθώσῃς μηδενὶ εἰ μή τινι γυναικὶ μελλούσῃ ἐν αὐτῇ οἰκεῖν …[…]ατ[…]…ρ[…]τε…[…] γὰρ …[…]ον ἐστὶν τοιαύτην οἰκίαν παραβάλλειν νεανίσκοις ἵνα μὴ ἔχωμεν στομάχους μηδὲ φθόνον. εἴπατε Ζωίλῳ τῷ ἀπὸ Σεντὼ
γεωργῷ ὅτι κατὰ τὰς συνθήκας φρόντισον τοῦ χαλκοῦ. εἴπατε καὶ τοῖς διδύμοις ὅτι προνοήσατε τοῦ κερματίου, ὁμοίως καὶ Ἀπολλωνίῳ καὶ Διονυσίῳ ἐὰν ἰσχύσητε πέμψαι
εἰς Πακέρκη ἀπηλιώτου πρὸς Παυσῖριν τὸν ὀνηλάτην ὅτι καθὼς συνετάξασθέ
μοι δοῦναι κεράμια οἴνου καὶ ἵνα τηρήσωσι αὐτῶν τὴν δεξιάν. παράλαβε παρὰ Ἁρθώνιος ἱερέως τὰς τοῦ πυροῦ ἀρτάβας κ καὶ παρὰ Ζωίλου τοῦ γεωργοῦ τῆς Σεντὼ ἃς κέχρηται παρʼ ἐμοῦ πυροῦ ἀρτάβας ε. ἐπισκέψασθε ἐκ τοῦ λογιστηρίου τοῦ στρατηγοῦ ἐπιστολὴν τοῦ διοικητοῦ
ἐπὶ τοῦ Θὼθ μηνὸς γραφεῖσαν περὶ τοῦ ὀνόματα πεμφθῆναι ἀντʼ ἐμοῦ εἰς κλῆρον τῆς πρακτορείας. εἴπατε Σερήνῳ τῷ ἐν τῷ καμηλῶνι ὅτι προνόησον τοῦ χαλκοῦ. εἴπατε Ἑρμίᾳ
τῷ τοῦ Ἰσίου Παγγᾶ γραμματεῖ πρακτόρων ἀργυρικῶν ὅτι διάστειλον ὃν ὀφείλεις μοι πυρὸν ἢ
ὃν ἐὰν δοκιμᾷς. Ἡρακλείδης Ἑρμαίσκου ἀποδότω τὰς τοῦ πυροῦ ἀρτάβας ϛ ἐν θέματι. εἴπατε Διονυσίῳ Ἐπιμάχου ἀρχιερατεύσαντι ὅτι ἐνέτυχον τῷ διοικητῇ ἕνεκα τῆς προσόδου
ἵνα παραδεχθῇ εἰς τὸ ὄφλημα Σαραπίωνος Φανίου. ἀσπάσασθε Στατίαν τὴν θυγατέρα μου
καὶ Ἡρακλείδην καὶ Ἀπίωνα τοὺς υἱούς μου. ἀσπάσασθε τὸν μικρὸν Σερῆνον καὶ Κοπρέα
καὶ τοὺς ἡμῶν πάντας κατʼ ὄνομα. ἀσπάζονται ὑμᾶς Ἀμάραντος καὶ Ζμάραγδος.
ἐρρῶσθαι ὑμᾶς εὔχομαι.
[v]
ἀπόδος Ἀπίωνι υἱῶι καὶ Ὡρίωνι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.