no image
DDbDP-text
Linked by Trismegistos ID
TM 25647.
Each record below describes this same artifact or text from a different angle.
[r]
Ἑρμοκράτης Χαιρᾷ
τῷ υἱῶι χαίρειν.
πρὸ τῶν ὅλων ἐρρῶσθαί
σε εὔχομαι[…]
δέομαι σε ε[…]
γράφειν περὶ τῆς
ὑγείας σου καὶ ὧν βούλει,
καὶ ἄλλοτέ σοι ἔγραψα
περὶ τῆς Ταψοίας καὶ οὔτε ἀντέγραψας οὔτε
ἦλθας, καὶ νῦν, ἐὰν
μὴ ἔλθῃς, κινδυνεύω ἐκστῆναι οὗ ἔχω
πόρου. ὁ κοινωνὸς ἡμῶν οὐ συνηργάσατο, ἀλλʼ οὐδὲ μὴν τὸ
ὕδρευμα ἀνεψήσθη,
ἄλλως τε καὶ ὁ ὑδραγωγὸς συνεχώσθη ὑπὸ τῆς ἄμμου καὶ τὸ
κτῆμα ἀγεώργητόν
ἐστιν. οὐδεὶς τῶν γεωργῶν ἠθέλησεν γεωργεῖν αὐτό, μόνον διαγράφω τὰ δημόσια
μηδὲν συνκομιζόμενος μόλις γὰρ μίαν πρασιὰν ποτίζει τὸ ὕδωρ,
ὅθεν ἀναγκαίως ἐλθέ, ἐπεὶ κινδυνεύει
τὰ φυτὰ διαφωνῆσαι.
ἀσπάζεταί σε ἡ ἀδελφή σου Ἑλένη καὶ ἡ μήτηρ σου μέμφεταί σε,
ἐπεὶ μὴ ἀντέγραψας αὐτῇ. ἄλλως τε καὶ ἀπαιτεῖται ὑπὸ τῶν πρακτόρων ἱκανὸν ὅτι οὐκ ἔπεμψας πρός σε τοὺς πράκτορας, ἀλλὰ καὶ νῦν πέμψον αὐτῇ. ἐρρῶσθαί σε εὔχομαι. Παῦνι θ
[v]
ἀπόδος ἀπὸ Ἑρμοκράτους Χαιρᾷ υἱῶι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.