no image
DDbDP-text
Ἕρμῆς Ἔρωτι τῶι ἀδελφῶι χαίρειν
καὶ ὑγιαίνειν· δοῦλος μου Ἡρακλείδης
μετὰ τὸν σὸν χωρισμὸν ἀφανὴς γέγονεν·
ἐπεὶ δὲ πᾶσι τοῖς σοῖς συνήθης ἐστίν,
[…]… ὑπονοῶ μὴ σὺν αὐτοῖς διῆρκεν·
[…]σου τὸ φιλότιμον καὶ τὸ ἀκριβὲς[…]…να σε διὰ γραπτοῦ παρακαλέσαι·
ἐὰν μὲν ἐπισκεψάμενος εὑρίσκῃς τοῦτον[…]…σας χερσὶ καὶ ποσὶ ἀνάπεμψον ἡμῖν· ἐὰν δὲ ἀφανὴς ἦι συνπροσ[…]… τις παρʼ ἐμοῦ μέχρι οὗ διὰ προγράμματος ἐκθεματισθῆι ὡς καθήκει·
ἐπίδος δὲ καὶ ἑτέροις φίλοις καὶ τοῖς
οἰκείοις· τὸ δὲ σὸν ἀκριβὲς καὶ ἄγρυπνον
καὶ α…ον προτ[…]απταιμε…οι
γραφ[…] παράπαντα χαριῆι
σεαυτοῦ […] ἐπιμελόμενος, ἵνʼ ὑγιαίνῃς·
ἔρρωσο ἔτους ιε Παχὼν β.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.