no image
DDbDP-text
Privatbrief via HGV-meta
Linked by Trismegistos ID
TM 31016.
Each record below describes this same artifact or text from a different angle.
[r]
Ἡρακλείδης Ἡρᾷ υἱῷ χαίρειν.
πρὸ τῶν ὅλων ἀσπάζομαί σε συγχαίρων
ἐπὶ τῇ ὑπαρχθείσῃ σοι ἀγαθῇ εὐσεβεῖ καὶ
εὐτυχεῖ συμβιώσει κατὰ τὰς κοινὰς ἡμῶν
εὐχὰς καὶ προσευχάς, ἐφʼ αἷς οἱ θεοὶ τέλειον
ἐπακούσαντες παρέσχον. καὶ ἡμεῖς δὲ ἀκοῇ
ἀπόντες ὡς παρόντες διαθέσει ηὐφράνθημεν κατευχόμενοι ἐπὶ τοῖς μέλλουσι καὶ ὅπως
γενόμενοι παρʼ ὑμῖν συνάρωμεν δι-
πλῆν εἰλαπίνην τεθαλυῖαν. καθὼς
οὖν ὁ ἀδελφός σου Ἀμμωνᾶς διείλεκταί μοι
περὶ ὑμῶν καὶ τῶν ὑμῶν πραγμάτων, ὡς δέον ἐστίν, γενήσεται. καὶ περὶ
τούτου θαρσῶν ἀμέλει. καὶ σὺ δὲ σπούδασον
ἡμᾶς καταξιῶσαι τῶν ἴσων γραμμάτων. καὶ περὶ ὧν βούλει, ἐπίστελλέ μοι
ἡδέως ἔχοντι. καὶ εἴ σοι ἀβαρές ἐστιν
καὶ δυνατόν, συναπόστειλον μοι σιππίου τρυφεροῦ λίτρας δέκα, γίνονται λίτραι ι , καλῶς
κεχειρισμένας τῆς οὔσης παρὰ σοὶ τιμῆς ἐν τούτῳ μηδὲν βλαπτόμενος. προσαγόρευε ἀπʼ ἐμοῦ πολλὰ
τὴν σοὶ φιλτάτην σύνευνον, μεθʼ ὧν
ἐρρῶσθαί σε καὶ εὐανθοῦντα
εὔχομαι, κύριέ μου υἱέ.
[v]
Ὀξυπώγων vac. Ἡρᾷ υἱῷ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.