bgu.4.1080
[r] Ἡρακλείδης Ἡρᾷ υἱῷ χαίρειν. πρὸ τῶν ὅλων ἀσπάζομαί σε συγχαίρων ἐπὶ τῇ ὑπαρχθείσῃ σοι ἀγαθῇ εὐσεβεῖ καὶ εὐτυχεῖ συμβιώσει κατὰ τὰς κοινὰς ἡμῶν εὐχὰς καὶ προσευχάς, ἐφʼ αἷς οἱ θεοὶ τέλειον ἐπακούσαντες παρέσχον. καὶ ἡμεῖς δὲ ἀκοῇ ἀπόντες ὡς παρόντες διαθέσει ηὐφράνθημεν κατευχ…