no image
DDbDP-text
Letter from Papnuthis to his Parents via HGV-meta
Linked by Trismegistos ID
TM 33708.
Each record below describes this same artifact or text from a different angle.
[r,ctr]
κυρίῳ μου πατρὶ Ἀφυγχίῳ καὶ τῇ κυρίᾳ μου μητρὶ
Μαρίᾳ Παπνοῦθις χαίρειν.
προηγουμένως εὔχομαι τῇ θείᾳ προνοίᾳ ὑγιαίνοντά σε καὶ ὁλοκληροῦντα
καὶ εὐθυμοῦντα ἀποδοθῆναι ὑμῖν τὰ παρʼ ἐμοῦ γράμματα. ποσάκις
ἔγραψα ὑμῖν περὶ τῶν ἐνεχύρων ἐκείνων καὶ οὐδὲ
φάσις οὐδὲ βάσις. περὶ τῶν αὐτῶν ἐνεχύρων καὶ νῦν γράφω
ὑμῖν· ὁ γὰρ γεοῦχος Σαραπάμμωνος ἔγραψεν πρὸς Εὐδαίμονα Θεοδώρου τραπεζίτην παρασχεθῆναι ὑμῖν τὸ ἀργύριον.
εἰ μὲν οἴδατε ὅτι ἐλάβετε τὸ ἀργύρων παρὰ Εὐδαίμονος, ἀντιγράψατέ μοι· εἰ μὲν οἴδατε πάλιν ὅτι οὐκ ἔδωκεν ὑμῖν
τὸ ἀργύριον, γράψατέ μοι καὶ ποιήσει ἓν νομισμάτιον
ἤδη ἐν ἀργυρίοις ἐνεχθῆναι ὑμῖν, ἀλλʼ ὅρα μὴ ἀμελήσητε
μὴ γράψασθαί μοι. γινώσκειν δὲ ὑμᾶς θέλω ὅτι ἐν τῇ Ἀλεξανδρείᾳ
εἰμὶ μόνος μετὰ δηναρίων μυριάδος ταλάντων εἴκοσι
πέντε . ὁ ἡγεμὼν ἔγραψεν πρὸς τὸν γεοῦχον
Σαραπάμμωνος καὶ τὸν κοινωνὸν αὐτοῦ ἀρθῆναι ἐπὶ τῆς
Ἀλεξανδρείας ἀργυρίου δηναρίων μυριάδας μυριάδων
ἑπτὰ ἡμίσους καὶ ἀπέστειλόν με μετὰ τοῦ μέρους ἡμῶν
καὶ παραμενῶμαι ἐπὶ τῆς Ἀλεξανδρείας ἕως ἐξοδιασθῶ αὐτὰ
καὶ πάλιν ἀπέρχομαι ἐπὶ τῆς Ἀθριβειτῶν πόλεως.
ἀσπάζομαι τὴν κυρίαν μου σύμβιον Ἀπιάδα, ἀσπάζομαι τὴν
κυρίαν μου ἀδελφὴν Τερηοῦς, ἀσπάζομαι τὸν κύριόν μου ἀδελφὸν
Γερόντιον, ἀσπάζομαι τὸν δεσπότην μου ἀδελφὸν Δωρόθεον,
ἀσπάζομαι τὴν ἀδελφήν μου Εὔηθιν, ἀσπάζομαι τὴν
κυρίαν μου ἀδελφὴν τὴν Μικκήν, ἀσπάζομαι Χωοῦς καὶ τὴν σύμβιον
αὐτοῦ Ἡράκλειαν καὶ τὰ ἀβάσκαντα αὐτῆς τέκνα, ἀσπάζομαι
τὸν πατέρα μου Ἀμμώνιον, ἀσπάζομαι Τασιλβάνεις
καὶ τὰ ἀβάσκαντα αὐτῆς τέκνα, ἀσπάζομαι τὸν πατέρα
μου Πετεμούνιος καὶ τὴν μητέρα μου Ταήσεις
[r,ms]
καὶ τὰ ἀβάσκαντα αὐτῆς τέκνα, ἀσπάζομαι τὴν κυρίαν μου καὶ ἀδελφὴν Παλλαδίης ἀσπάζομαι πάντας
κατʼ ὄνομα τοὺς φιλοῦντας ἡμᾶς.
[v]
ἀπόδος τῷ κυρίῳ μου πατρὶ Ἀφυγχίῳ παρὰ ΠαπνουθίουSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.