no image
DDbDP-text
Letter of a Tax - Collector via HGV-meta
Linked by Trismegistos ID
TM 25671.
Each record below describes this same artifact or text from a different angle.
[r]
[…]ωι τῶι φιλτάτωι χαίρειν.
ἔλαβον ἐπιστολὴν παρὰ Παυσιρίωνος τῇ κε τοῦ ἐνεστῶτος μηνὸς
[…] καὶ ἀνέγνων τὰ διὰ αὐτῆς γεγραμμένα πρῶτον περὶ[…]ς τοῦ κατακρίματος δραχμῶν σ ὅτι ὁ πυρὸς τῆς Ἀρσου[…]θη, καὶ ὅτι ἡ θρεπτὴ ἀπέδρα σε, καὶ ὅτι παρὰ Παυσιρίωνος τὰς ἀρτάβας ὀκτὼ οὐκ ἔλαβες καὶ ὅτι τὴν ἀποχὴν Εὐδαιμ[…]περὶ μὲν οὖν τοῦ κατακρίματος τὸν πυρὸν πώλησον[…]καὶ πλήρωσον ἐπεὶ ὀφείλομεν δημοσίων καὶ
[…]ας δύο ἀμφιτάπους ἀγόρασον καὶ δύο ἐπιβολὰς[…]…ει…υ ἀμφιτάπου καὶ
[…] στατῆρας πορφύρας ἀγόρασον εἰς κιθῶνα
[…] Θαισοῦτι ἄλλο οὐδέν. ταῦτα οὖν οἰκονομήσας
[…]… μετὰ τῆς μικρᾶς ἐπεὶ λίαν αὐτὴν ἐπιζητοῦ[…]τοῦ ἀσχολήματος ἐὰν ἐπʼ ἀγαθῷ παραγένῃ παν[…] ὑπομνηματισμοὶ ἠνέχθησάν μοι ἀπʼ Ἀλεξανδρείας[…]περὶ τῶν κληρονομιῶν. ἐὰν δέ τι ἄλλο προσοφείληται[…]μενος εὐθέως ἀπολήμψῃ ἐν τόσῳ καὶ εἰς
τὸν[…]πολείτην διαβαίνω. μεμένηκα ἐν τῷ Λητοπολείτῃ[…]ἡμέρας λ, μόγις δραχμὰς χ ἀπαιτήσας. διέγραψα
[…]ι θέμα δεδώκασι τῶν καταλοχισμῶν, καὶ
[…] παιδίωι Σαραπίωνι ἱμάτια πεποίηκεν ἐν ου[…]Θαισοῦτι οὐχ εὕρομεν τὴν ἀποχὴν ἐπεν[…] ἀνενεγκ[…]μοι εἰς Μέμφιν καὶ τὰ
σύμβολα
[v,1]
περὶ Ἑρμοδώρου γράφεις
μοι λίαν αὐτὸν βαρύνομαι, πάλι γὰρ πάντα ταράσσει. ἐὰν εὕρῃς παρὰ σοὶ
νεώτερον ἐντάσσειν
ἐν τοῖς γράμμασι ἔνεγκον,
ἐπεὶ ἀποτάξασθαι αὐτῷ
θέλω, καὶ ὁ Ἀνουβᾶς αὐτὸν οὐχ ἡδέως βλέπει.
ἄσπασαι Πτολέμαν καὶ τοὺς
σοὺς πάντας κατʼ ὄνομα.
ἀσπάζεταί σε Σαραπίων
καὶ πάντες οἱ παρʼ ἡμῶν.
οὔπω πολλή ὀπώρα ἐγένετο ἐν Μέμφει ἐπὶ τοῦ παρόντος.
ἐπέμψαμεν τοῖς παιδίοις
τοῦ ἀδελφοῦ σου κυάμους φ καὶ μῆλα ν, καὶ τῇ ἀδελφῇ σου
Ἀπολλωνοῦτι μῆλα ν καὶ τῇ
μικρᾷ. ἔρρωσο. Παῦνι κϛ.
λίαν ἀδημονοῦμεν χάριν
τῆς θρεπτῆς Σαραποῦτος.
[v,2]
ἄλλοτε σοι ἔγραψα
ἵνα ἐὰν εὕρῃς ἀγοραστὴν τοῦ μέρους
τῆς οἰκίας τῆς ἐν
Τανάει ἵνα πραθῇ
περὶ δὲ τῆς ἀπανθρωπίας τῶν ἀπαιτησάντων ἐγὼ αὐτὸς[…]
… ἀποδωσω […]
λ[…]
ἐπιζητεῖ τω ε…[…]
αὐτοῦ καὶ οὐκ ἀπογε[…]
κτισται ἕως παραγένηται ἀσφαλίσαι ἡμῶν
τὴν οἰκίαν καὶ …[…]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.