no image
DDbDP-text
Letter from Alexandria via HGV-meta
Linked by Trismegistos ID
TM 20565.
Each record below describes this same artifact or text from a different angle.
[r]
ὁ διαλογισμὸς[…]
Σαραπίων Δωρίωνι τῷ ἀδελφῷχαίρειν καὶ διὰ παντὸς ὑγιαίνειν ἅμα τῷ γεγονέναι ἐν Ἀλεξανδρίᾳ τῇ[…]τοῦ ὑπογεγραμμένου μηνὸς ἔμαθον παρά τινων
ἁλιέων εἰς Ἀλεξάνδριαν[…]ὅτι Σα[…]ειλλα προσοινθ[…]
παρʼ ἐμοῦ ἐν αὐλῇ, καὶ ὁ οἶκος[…]
Σεκόνδας ἠραύνηται καὶ[…]
ὁ ἐμὸς οἶκος ἠραύνηται[…]
καὶ σεσύνηται εἰ ταύτα οὕτως ἔχει ἀσφαλῶς. εὖ οὖν ποιήσεις γράψας μοι ἀντιφώνησιν
περί τούτων ἵνα καὶ ἐγὼ αὐτὸς ἐπιδῶ ἀναφόριον τῷ ἡγεμόνι. μὴ οὖν ἄλλως ποιήσῃς, ἐγὼ
δὲ αὐτὸς οὔπω οὐδὲ ἐναλήλιφα ἕως ἀκούσω φάσιν παρὰ σοῦ περὶ ἁπάντων. ἐγὼ δὲ βιάζομαι ὑπὸ φίλων γενέσθαι οἰκιακὸς τοῦ ἀρχιστάτορος Ἀπολλωνίου ἵνα σὺν αὐτῷ ἐπὶ διαλογισμὸν ἔλθω. ὁ μὲν ἡγούμενος τοῦ στρατηγοῦ καὶ Ἰοῦστος ὁ μαχαιροφόρος ἐν κοστωδείᾳ εἰσί, ὡς ἐπέταξεν ὁ ἡγεμών, ἕως
ἐπὶ διαλογισμόν, ἐὰν μή τι πείσωσι τὸν ἀρχιστάτορα δοῦναι ἱκανὸν ἕως ἐπὶ διαλογισμόν. περὶ δὲ τοῦ Φαλακροῦ γράψον μοι πῶς
πάλιν ἄνω λαλαχεύεται. μὴ οὖν ἄλλως ποιήσῃς. εἶπον δὲ Διογένει τῷ φίλῳ σου μὴ ἀδικῆσά με πε[…] εἰς δαπάνην οὗ ἔχει μου·
συνανακ[…]γὰρ τῷ ἀρχιστάτορι. ἐρωτῶ δέ σε
καὶ παρακαλῶγράψαι μοι ἀντιφώνησιν περὶ
τῶν γενομένων. πρὸ μὲν πάντων σεαυτοῦ
ἐπιμέλου ἵνʼ ὑγιαίνῃς. ἐπισκοποῦ Δημητροῦν
καὶ Δωρίωνα τὸν πατέρα. ἔρρωσο.
ἔτους θ Τιβερίου Καίσαρος Σεβαστοῦ, Χοίακ ιε.
[v]
ἀπόδος Δωρίωνι τῷ ἀδελφῶι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.