no image
DDbDP-text
Letter to a Sister via HGV-meta
Linked by Trismegistos ID
TM 20564.
Each record below describes this same artifact or text from a different angle.
[r]
Διονύσιος Διδύμῃ τῆι ἀδελφῇ πλεῖστα χαίρειν καὶ διὰ
παντὸς ὑγιαίνειν. οὐδεμίαν μοι φάσιν ἀπέστειλας περὶ τῶν ἱματίων οὔτε διὰ γραπτοῦ οὔτε διὰ σημείου, ἀλλʼ ἔτι καὶ νῦν κεῖται μέχρι οὗ ἀποστείλῃς μοι φάσιν. τῷ δὲ
φέροντί σοι τὴν ἐπιστολὴν
Θεωνᾶτι ἱκανὸν ποίησον
περὶ οὗ ἐὰν θέλῃ. οὐκ ἔστιν
[…]λο[…]ος, ἐὰν δὲ με[…]τι[…] καὶ προσελ[…]ειραν…ος πῶς
[…]π…[…]
[…]ἐπισκοπεῖται ὑμᾶς καὶ
πάντας τοὺς ἐν οἴκῳ.
ἔρρωσο.
ἔτους ιδ Τιβερίου Καίσαρος Σεβαστοῦ, Ἁθὺρ ιη.
[v]
ἀπόδος παρὰ Διονυσίου
Διδύμῃ τῆι ἀδελφῇ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.