no image
DDbDP-text
Contract of Substitution as Dekanos via HGV-meta
Linked by Trismegistos ID
TM 22246.
Each record below describes this same artifact or text from a different angle.
[r]
Αὐρήλιοι Σαραπάμμων Ἡρᾶτος μητρὸς Ἰσιδώρας αἱρεθεὶς δεκανὸς καὶ
Παῦλος Ὡρίωνος μητρὸς Ἑλένης ἀμφότεροι απὸ τῆς λαμπρᾶς καὶ λαμπροτάτης
Ὀξυρυγχειτῶν πόλεως μετʼ ἐγγύου μονῆς καὶ ἐμφανείας τῆς ἑξῆς
χρείας Αὐρηλίου Ὡρίωνος Ὡρίωνος ἀπὸ τῆς αὐτῆς πόλεως ἀλλήλοις
χαίρειν. ὁμολογοῦμεν ἐγὼ μὲν ὁ Παῦλος ἀντὶ σοῦ τοῦ Σαραπάμμωνος
κατελθεῖν ἔνθα ἐὰν κελευσθῶ μετὰ τῶν παραδιδομένων μοι ὀνικῶν καὶ καμηλικῶν ζώων καὶ ῥαβδούχων καὶ τὴν χώραν σου τοῦ
δεκανοῦ ὑποστῆναι καὶ ἀποπληρῶσαι καὶ παραμεῖνάι με πρὸς τῷ
δημοσίῳ ἐπιτάγματι ἔστʼ ἂν ἀπολυθῶ ἀποπληρῶν ἅπαντα
τὰ ἐπιταττόμενά μοι εἰς τὸ μηδεμίαν μέμψιν ἢ αἰτίαν ἐπακολουθῆσαι. λήμψομαι δὲ ὑπὲρ σαλαρίων ἡμερησίως ἀπὸ τῆς ἑξῆς ἡμέρας
ἥτις ἔστιν Ἁθὺρ ιε ἔστʼ ἂν παραγένωμαι ἀργυρίου δραχμὰς διακοσίας
πεντήκοντα. αὐτόθι δὲ ὁμολογῶ ἐσχηκέναι ὑπὲρ μηνῶν δύο
ἀργυρίου τάλαντα δύο καὶ δραχμὰς τρισχιλίας. ἐὰν δὲ παραγένωμαι
ἐντὸς τῆς διμήνου τὰ φανησόμενα παρʼ ἐμοὶ ἀργύρια ἀποκαταστήσω. ἐ…στάντος δὲ τῶν μηνῶν δύο ἐμοῦ προσεδρεύοντος
τῇ δημοσίᾳ χρείᾳ χορηγήσεις μοι σαλάρια ἔστʼ ἂν παραγένωμαι.
καὶ ἀπαρενόχλητον καὶ καὶ ἄσκυλτον παρασχεῖν σε
τὸν Σαραπάμμωνα σωματικῶς περὶ πάντων ἁπαξαπλῶς
τῶν διαφερόντων τῇ χρείᾳ τοῦ δεκανοῦ. ἐγὼ δὲ ὁ Σαραπάμμων
εὐδοκεῖν ἐπὶ τούτοις καὶ ἀποδώσειν τὰ φανησόμενα σαλάρια ἀκοιλάντως. ἐὰν δὲ ζήτησίς τις γένηται καθʼ ὅντινα οὖν τρόπον περὶ ε…
[…]ντ…ω…ρηγον…οις δεκανοῖς ἐμὲ τὸν Σαραπάμμωνα
απο…[…]κατὰ τὸ ἐπίβαλλόν μοι μέρος καὶ ἀπαρενόχλητόν
σε Παῦλον εἶναι περὶ τούτου. κύρια τὰ γράμματα δισσὰ γραφέντα
πρὸς τὸ ἑκάτερον ἔχειν μοναχόν. καὶ ἀλλήλους ἐπερωτήσαντες ἀλλήλοις
ὡμολογήσαμεν. ἔτους ιη καὶ ἔτους ιζ τῶν κυρίων ἡμῶν
Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ ἔτους ι τῶν κυρίων
ἡμῶν Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων
καισάρων Ἁθὺρ ιδ ὑπατείας Τιτιανοῦ καὶ Νεπωτιανοῦ
Αὐρηλιος Σαραπάμμων εὐδοκῶ πᾶσι τοῖς προκειμένοις καὶ ἀποδώσω τὰ φανησόμενα σαλάρια ὡς πρόκειται καὶ ἐπερωτηθεὶς
ὡμολόγησα.
[v]
Θέων Διονυσοδώρῳ ἀδελφῷ
χαίρειν
ἐπεστάλην διὰ κτηνῶν ξ
τοῦ Ὀξυρυγχείτου διʼ Ἰσιδώρου
καὶ Πατερμουθίου δεκανῶν
ἀχύρουSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.