no image
DDbDP-text
Anzeige wegen Diebstahls via HGV-meta
Linked by Trismegistos ID
TM 977098.
Each record below describes this same artifact or text from a different angle.
Ἡρακλείτωι καὶ τοῖς …ρ…[…]
παρὰ Σαραπίωνος τοῦ Ἀπολλωνίου,
Πέρσου. Φίλιππος ὁ τῆς ἀδελφῆς μου
Σαραπιάδος λεγόμενος, μετ’ ἐμοῦ
γινόμενος καὶ συγκαταπλέων μοι
ἐκ τῆς χώρας …[…]ἐν τῶι καλουμένωι Σωσιπάτρου …
κυβαιδίωι, ἐν δὲ τῆι Νικίου
τοῦ Προσωπίτου ὡρμικότων
ἡμῶν τῆι κη τοῦ Παῦνι μηνὸς …φ…
λούεσθαί μου […]…ελθόντος καὶ ὑπολιπομένου αὐτόν, παραγενηθεὶς
ἐκ τοῦ βαλανείου κατέλαβον τὸν
Φίλιππον ἀπεληλυθότα ἔχοντα
καὶ τὸ μεθόδιόν μου χρυσίου
παλαιοῦ πεντηκονταδραχμo[…] …
καὶ κλάλια ἀργυρᾶ β ἄγοντα στατῆρας κβ, χαλκοῦ δραχμὰς τ, ἱμάτιον
ὃ ἦν ἄξιον χαλκοῦ δραχμῶν Β. ἀξιῶ οὖν
ὑμᾶς καταχωρίσαι μου τὴν
προσαγγελίαν εἰς χρηματισμὸν
ὅπως, ἐὰν αὐτοῦ ἐπιλαμβάνωμαι,
καταστήσω αὐτὸν ἐφ’ ὑμᾶς.
εὐτυχεῖτε. ἔτους ιε Ἐπείφ ζSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.