no image
DDbDP-text
Apollinarius to Sabinus via HGV-meta
Linked by Trismegistos ID
TM 17240.
Each record below describes this same artifact or text from a different angle.
[r,ctr]
Ἰούλιος Ἀπολινάριος Ἰουλίῳ Σαβείνωι τῶι
γλυκυτάτῳ πατρὶ πλεῖστα χαίρειν.
πρὸ τῶν ὅλων εὔχομαί σε ἐρρῶσθαι, ὅ μοι εὐκτόν
ἐστιν, ὅτι σέβομαί σε μετὰ τοὺς θεούς. τοῦτο δέ μοι ἠνώχλησεν ὅτι πλειστάκις
μου γράψαντος διὰ Σατουρνίνου τοῦ σημεαφόρου, ὁμοίως διὰ Ἰουλιανοῦ τοῦ τοῦ
Λογγίνου , καὶ οὔπω μοι ἀντέγραψας περὶ τῆς σωτηρίας σου. ἀλλʼ ὅμως
ἐρωτηθεὶς ἀναγκαίως σχέθητι πρὸ πάντων γράψαι μοι περὶ τῆς σωτηρίας ὑμῶν.
πολλάκις δέ μου ἐρωτήσαντος Λονγεῖνον
τὸν κομίζοντά σοι τὸ ἐπιστόλιον ἵνα
βαστάξῃ σοί τι, καὶ ἠρνήσατο λέγων οὐ δύνασθαι αὐτὸ λαμβάνειν.γινώσκειν δέ σε
θέλω ὅτι σφυρίδα μετεβάλετο Δομίτιος
ὁ ἀρμικούστωρ ἐν ᾗ[…]ς σοι ἐνῆν.
γίνεται δὲ καλῶς μοι. μετὰ τὸ τὸν Σάραπιν
εὐτυχῶς ἐνθάδε με εὐοδῶσαι ἄλλων ἀλλ[…]…[…]…ε…
[…]…[…]…[…]ν ὅλης τῆς
ἡμέρας λίθους κοπτόντων καὶ
ἄλλα ποιούντων, ἐγὼ μέχρι σήμερον οὐθὲν τούτων ἔπαθον, ἀλλὰ
καὶ ἐρωτήσαντός μου Κλαύδιον
Σεουῆρον τὸν ὑπατικὸν ἵνα με
λιβράριον ἑαυτοῦ ποιήσῃ, εἰπόντος
δὲ αὐτοῦ ὅτι τόπος οὐ σχολάζει, ἐν
τοσούτῳ δὲ λιβράριόν σε λεγεῶνος
ποιήσω ἐφʼ ἐλπίδων, κλήρῳ οὖν
ἐγενόμην ἀπὸ τοῦ ὑπατικοῦ τῆς
λεγεῶνος πρὸς τὸν κορνικουλάριον.
ἐὰν οὖν με φιλῇς εὐθέως ἐργασίαν δώσεις γράψαι μοι περὶ τῆς σωτηρίας σου καὶ
ἐάν μοι μεληθῇς πέμψαι λίνα διὰ
Σεμπρωνίου· ἀπὸ Πηλουσίου γὰρ καθʼ ἡμέραν ἔρχονται πρὸς ἡμᾶς ἔμποροι.
ἐργασίαν δὲ δώσω εὐθέως ἐὰν ἄρξηται ὁ ἡγεμὼν διδόναι κομμεᾶτον
εὐθέως ἐλθεῖν πρὸς ὑμᾶς. ἀσπάζεταί
σε Οὐολύσσιος Πρόκλος Λονγεῖνος Πάκκιος
Οὐαλέριος Σεμπρώνιος Οὐαλέριος Ἑρμα…
[r,ms]
Ἰούλιος Πρίσκος Ἀπολλινάριος …ίων καὶ οἱ κοντουβερνάλιοι πάντες. ἀσπάζου Ἰουλίαν τὴν κυρίαν
μου ἀδελφήν, ὁμοίως Σαραπιάδα καὶ τὴν μητέρα, τὴν μάμαν Σαμβάθιον, Θερμοῦθιν καὶ τὰ
τέκνα αὐτῆς, τὸν πατέρα Πακκίου καὶ πάντας τοὺς κολλήγας σου κατʼ ὄνομα καὶ τοὺς ἐν οἴκωι.
ἐρρῶσθαί σε εὔχομαι. ἔτους ι Τραιανοῦ τοῦ κυρίου Φαμενὼθ λ.
[r,md]
εὐχαριστῶ Οὐολυσσίῳ καὶ Λονγείνῳ τῷ Βαρβάρῳ. μεταδώσεις τοῖς παρὰ Ἀφοδᾶτος τοῦ τοῦ ἀρτυματοπώλου
ὅτι ἐστράτευσάν με εἰς χώρτην εἰς Βόστραν. κάθηται πρὸ η ἡμερῶν Πέτρας καὶ τ
[v]
[… 2 lines lost …]
στρατιώτου[…]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.