no image
DDbDP-text
ἀπόδος Ἀπολιναρίῳ.
Λονγεῖνος Ἀπολιναρίῳ τῷ
ἀδελφῷ μου καὶ κυρίῳ
πλεῖστα χαίρειν· πρὸ μὲν πάντων
εὔχομαί σε ὑγιαίνειν· χειμάζει μοι τὸ κοράσιον· θέλει προςκυνῆσαι σε· παρακαλῶ σε, ἄδελφε,
σκῦλαι σεαυτὸν μίαν ἡμέραν
ἐλθεῖν εἰς Πέρσου ἵνα καὶ ἐγώ
σε προσκυνήσω· οὐχ εὗρον
τινὰ βαστάξαι λάχανα·
ἂν δυνασθῇς ἐλθεῖν ἀνάγειν σε εὔχομαι· γράψον
μοι περὶ τῆς σωτηρίας
σου καὶ ἄν τι χρῄσῃς· ἄσπασαι … Ἰούλιον Μάξιμον
καὶ Βαρβάραν καὶ Τιβερίαν
καὶ Σαραπιάδα καὶ Σκνὶψ
τὴν μητέρα ὑμῶν
καὶ τοὺς φιλοῦντάς
σε πάντας.
ἔρρωσο.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.