no image
DDbDP-text
Linked by Trismegistos ID
TM 28211.
Each record below describes this same artifact or text from a different angle.
[r]
Εἰρηναῖος Ἀπολιναρίωι τῶι γλυκυτάτωι ἀδελφῶι πολλὰ χαίρειν.
καὶ διὰ παντὸς εὔχομαί σε ὑγιαίνειν
καὶ ἐγὼ αὐτὸς ὑγιαίνω. γινώσκειν σε θέλω ὅτι εἰς γῆν
ἐλήλυθα τῇ ϛ τοῦ Ἐπεὶφ
μηνὸς καὶ ἐξεκενώσαμεν τῇ
ιη τοῦ αὐτοῦ μηνός. ἀνέβην
δὲ εἰς Ῥώμην τῇ κε τοῦ αὐτοῦ μηνὸς καὶ παρεδέξατο ἡμᾶς ὁ τόπος ὡς ὁ θεὸς ἤθελεν,
καὶ καθʼ ἡμέραν προσδεχόμεθα διμισωρίαν ὥστε ἕως
σήμερον μηδένα ἀπολελύσθαι τῶν μετὰ σίτου.
ἀσπάζομαι τὴν σύνβιόν σου
πολλὰ καὶ Σερῆνον καὶ πάντας τοὺς φιλοῦντάς σε κατʼ ὄνομα.
ἔρρωσο Μεσορὴ θ.
[v]
Ἀπολιναρίωι ἀπὸ Εἰρηναίου ἀδελφοῦ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.