Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

p.lond.6.1914 Herakleopolites bzw. Kynopolites

Letter from Alexandria via HGV-meta

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

The same text in other collections

Linked by Trismegistos ID TM 16852. Each record below describes this same artifact or text from a different angle.

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

[r,ctr] τῷ ἀγαπητῷ ἀδελφῷ ἄπα Παιηοῦ καὶ Παταβεὶτ πρεσβυτέροις Καλλιστος ἐν κυρίῳ θεῷ χαίρειν. γινώσκειν ὑμᾶς θέλομεν τὰ πραχθέντα ἐνταῦθα πράγματα· ἐξάφινα γὰρ ἠκούσατε ἃ ἐπάθαμεν ἐν τῇ νυκτὶ ἐκείνῃ ἐν τῇ οἰκίᾳ Ἡρακλέου τοῦ κομμενταρησίου. εἰσὶν γὰρ καί τινες ἀδελφοὶ ἐκ τῶν ἐλθόντων πρὸς ὑμᾶς μεθʼ ἡμῶν ἐν τῇ οἰκίᾳ καὶ δύνονται καὶ αὐτοὶ τὰ πραχθέντα ὑμῖν ἀναγγεῖλαι. μετὰ γὰρ τὴν ἡμέραν ἐκείνην ἐν τῇ τετράδι καὶ εἰκάδι τοῦ Παχὼν μηνὸς Ἰσὰκ ὁ ἐπίσκοπος ἀπὸ Λητοῦς ἦλθεν πρὸς Ἡραείσκον ἐν Ἀλεξανδρίᾳ, καὶ ἠθέλησεν γεύσασθαι μετὰ τοῦ ἐπισκόπου ἐν τῇ παρεμβολῇ. ἀκούσαντες οὖν οἱ διαφέροντες Ἀθανασίου καὶ ἤλθασιν φέροντες μεθʼ ἑαυτῶν στρατιώτας τοῦ δουκὸς καὶ τῆς παρεμβολῆς, οἰνώμενοι ἤλθασιν ὥρᾳ ἐνάτῃ συγκλείσαντες τὴν παρεμβολὴν βουλόμενοι καὶ αὐτὸν καὶ τοὺς ἀδελφοὺς πιάσαι. ἀκούσαντες οὖν τινὲς στρατιῶται οἱ ἐν τῇ παρεμβολῇ καὶ φόβον θεοῦ ἔχοντες ἐν τῇ καρδίᾳ ἦρκαν αὐτοὺς καὶ ἔκρυψαν ἐν ταῖς κέλλαις ἐν τῇ παρεμβολῇ. καὶ ἐκείνων μὴ εὑρεθέντων ἐγβάντων αὐτῶν εὗραν τέσσαρας ἀδελφοὺς ἐρχομένους ἐν τῇ παρεμβολῇ, καὶ κατακόψαντες αὐτοὺς καὶ αἱμαρρόεις ποιησάμενοι ὥστε αὐτοὺς κινδυνεῦσαι καὶ ἐξέβαλο αὐτοῦ ἔξω τῆς Νικοπόλεως. καὶ μετὰ τὸ τούτους ἐκβαλεῖν ἀπήλθασιν πάλιν ἐπὶ τὴν πύλην τοῦ Ἡλίου ἐν τῇ μονῇ ἐν ᾗ εἰσὶν ἐπιξενούμενοι οἱ ἀδελφοὶ καὶ πιάσαντες ἄλλους πέντε ἐκεῖ εἶρξαν αὐτοὺς ἐν τῇ παρεμβολῇ ὀψίας, καὶ συγκλείσαντες αὐτοὺς μέχρις τοῦ τὸν πραιπόσιτον προελθεῖν ἐν τοῖς σίγνοις τὸ πρὸς πρωὶ καὶ λαβὼν αὐτοὺς ὁ πραιπόσιτος καὶ ὁ σκρίβας καὶ αὐτοὺς ἐκέλευσεν ἐγβληθῆναι ἐκτὸς τῆς Νικοπόλεως· καὶ τὸν μονάριν Ἡρακλίδην δήσαντες καὶ ὑβρίσαντες ἐνέτειλαν τῷ αὐτῷ ἐπαπειλούμενοι, ὅτι κατὰ ποίαν αἰτίαν τοὺς μοναχοὺς τῶν Μελιτιανῶν εἴασας ἐν τῇ μονῇ; καὶ ἄλλον ἀδελφὸν Ἄμμωνα ὄντα ἐν τῇ παρεμβολῇ καὶ αὐτὸν ὑποδεχόμενον τοὺς ἀδελφοὺς συνέκλεισαν ἐν τῇ παρεμβολῇ, παρήγγειλαν δὲ αὐτῷ ὥστε μὴ ὑποδέχεσθαι αὐτὸν μοναχοὺς ἐν τῇ οἰκίᾳ αὐτοῦ. ἄλλος γὰρ ἀδελφὸς οὐκ ἔστιν εἰ μὴ οὗτοι οἱ δύο ὑποδέχομενοι τοὺς ἀδελφούς· ἐποίησαν αὐτοὺς δειλανθῆναι. θλιβόμεθα οὖν πάνυ διειργμένοι ὑπὸ αὐτῶν κατὰ τόπον. ἐπιλυπούμεθα οὖν ὅτι οὐκ ἐπιτρέπουσιν ἡμῖν πρὸς τὸν πάπαν Ἡραείσκον ἀπελθεῖν καὶ ἐπισκέψασθαι αὐτόν. ἐν τῇ νυκτὶ γὰρ ἐν ᾗ ὑβρίσθησαν οἱ ἀδελφοὶ ὁ πραιπόσιτος τῶν στρατιωτῶν ἔπεμψεν φάσιν τῷ ἐπισκόπῳ λέγων ὅτι ἡμάρτησα καὶ ἐπαρῳνήθην ἐν τῇ νυκτὶ ὅτι τοὺς ἀδελφοὺς ὕβρισα. ἐποίησεν δὲ καὶ ἀγάπην ἐν ἐκείνῃ τῇ ᾑμέρᾳ Ἑλλην ὢν διὰ τὸ ἁμάρτημα ὃ ἐποίησεν. [r,ms] Ἀθανάσιος δὲ μεγάλως ἀθυμεῖ καὶ αὐτὸς παρέχει ἡμῖν κάματον διὰ τὰ γραφόμενα καὶ τὰς φάσεις τὰς ἐρχομένας αὐτῷ ἀπὸ ἔξωθεν, ἐπειδὴ ὁ βασιλεὺς Μακάριον εὑρὼν ἔξω ἐν τῷ κομιτάτῳ […]υρῳ γράψας […]…ανυους ὅτι δήσας αὐτὸν καὶ …επι …α ἀπο …[…]α ἵνα αὐτο[…]…εσται. ἀπελθόντων οὖν Ἀρχελάου τοῦ […]καὶ[…]… μετὰ Ἀθανασίου τοῦ υἱου Καπίτωνος, [v] βουλόμενοι ἀποσπάσαι Μακάριον, ἡ φάσις οὖν ἀπῆλθεν πρὸς ἄπα Ἰωάννην ἐν Ἀντιοχίᾳ· ἦλθεν καὶ πιάσας αὐτοὺς κατέσχεν αὐτούς, ἐπειδὴ ἐπὶ συκοφαντίᾳ καὶ δεινὰ ἦσαν γράψαντες κατὰ Ἡραείσκου, καὶ αὐτὸς Ἀρχέλαος τὰ γράμματα ἦρκεν ἔξω. ὁ θεὸς οὖν ἐποίησεν καὶ τοὺς τρεῖς ἔξω καὶ ἔχει ἔξω. τοῦτʼ οὖν ἤκουσεν Ἀθανάσιος ὅτι Ἀρχέλαος συνεσχέθη, πάνυ ἀθυμεῖ Ἀθανάσιος. πολλαχῶς οὖν ἦλθαν ἐπὶ αὐτὸν καὶ μέχρις νῦν οὐκ ἀπεδήμησεν· ἐνεβάλετο δὲ τὰ σκεύη αὐτοῦ ἐν τῇ θαλάσσῃ ὡς αὐτοῦ ἀποδημοῦντος, καὶ πάλιν εἰς δεύτερον ἤνεγκεν τὰ σκεύη ἀπὸ τοῦ πλοίου, μὴ βουλόμενος ἀποδημῆσαι ……ψαι… ἔγραψα ἵνα γνοῖτε ἐν ποίᾳ θλίψει ἐσμέν· ἤνεγκεν γὰρ ἐπίσκοπον τῆς κάτω χώρας καὶ συνέκλεισεν αὐτὸν ἐν τῷ μακέλλῳ, καὶ πρεσβύτερον τῶν αὐτῶν μερῶν συνέκλεισεν καὶ αὐτὸν ἐν τῷ ἀπλικίτῳ καὶ διάκονα ἐν τῇ μεγίστῃ φυλακῇ, καὶ μέχρις τῆς ὀγδόης καὶ εἰκάδος τοῦ Παχὼν μηνὸς καὶ Ἡραείσκος συγκεκλεισμένος ἐστὶν ἐν τῇ παρεμβολῇ εὐχαριστῶ μὲν τῷ δεσπότῃ θεῷ ὅτι ἐπαύθησαν αἱ πληγαὶ ἃς εἶχεν καὶ ἐπὶ τῇ ἑβδόμῃ καὶ εἰκάδι ἐποίησεν ἐπισκόπους ἕπτα ἀποδημῆσαι· Ἔμις καὶ Πέτρος εἰς αὐτούς ἐστιν, υἱὸς Τουβέστις. μὴ ἀμελήσητε οὖν περὶ ἡμῶν, ἀδελφοί, ἐπειδὴ τὰ ψωμία ἀφῆκαν ὀπίσω, ἵνα διὰ τὸν ἐπίσκοπον μήπως ἔξω ἀρθῇ ἵνα τηρῇ αὐτὰ μετʼ αὐτοῦ. ἐγὼ γὰρ ἀγοράζων ἄρτους εἰς διατροφὴν ἠγόρασα ἀρτάβην σίτου ταλάντων ιδ. ἐπὰν οὖν εὕρητε εἰδήμονα ἀποστείλατέ μοι ὀλίγα ψωμία. ἀσπάζομαι τὸν πατέρα μου Πραυοῦν καὶ πάντας τοὺς ἀδελφοὺς τοὺς ὄντας μετʼ αὐτοῦ καὶ Θέονα τὸν διάκονα Σαπρίωνα καὶ Ὡρίωνα καὶ Παπνούτιν καὶ ἄπα Σαρμάτην καὶ Παώμιν καὶ Πιὸρ καὶ Εὐδαίμωνα καὶ ἄπα Τρύφωνα καὶ Γερόντιον καὶ ἄπα Ἱέρακα καὶ ἄπα Ἑλενᾶν καὶ ἄπα Ἁρηοῦν καὶ ἄπα Πιὰμ καὶ Κορνήλιν καὶ Πισάτιν καὶ Κολλοῦθον καὶ Ἰωσὴπ καὶ τὰ παιδία αὐτοῦ καὶ Φίνες. μὴ ἀμελήσῃς οὖν, πάτερ, ἀποστεῖλαι πρὸς Ψαεῖν ἀπὸ Τερὸτ ἕνεκεν τῆς ἀρτάβης τοῦ σίτου, καὶ ποίησον Τουᾶν ἀπὸ Ταμούρω ἵνα καὶ αὐτὸς ἀπέλθῃ εἰς Ταμούρω ἕνεκεν τῆς ἀρτάβης τοῦ σίτου· αἱ ἡμέραι γάρ εἰσιν τοῦ λαβεῖν αὐτοὺς αὐτάς. ἀσπάζομαι Παῦλον τὸν ἀναγνώστην καὶ ἄπα Ἠλίαν καὶ Ἀνουβᾶν μέγαν καὶ Ἀνουβᾶν μικρὸν καὶ Παμούτιν καὶ Τιτούην καὶ τὰ παιδία αὐτοῦ καὶ Ὃρ ἀπὸ Τουμνακὼν καὶ πάντας τοὺς ἀδελφοὺς αὐτοῦ τοὺς μετʼ αὐτοῦ καὶ Παπνούτιν καὶ Λεονίδην τὸν ἀδελφὸν αὐτοῦ καὶ τὸν ἀδελφὸν τὸν ἄλλον τὸν μετʼ αὐτῶν. ἄπα Παιηοῦ καὶ Παταβεὶτ παρὰ Καλλίστου.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.
  • Inherited across the Trismegistos spine — a Trismegistos ID names one ancient text, and papyrology splits that text's description across databases: the edition in one, the date and provenance in another, the physical papyrus in a third. Fields tagged via … on this page were read from a sibling record under the same TM number, not asserted by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.