no image
DDbDP-text
Justus to Apollonius via HGV-meta
Linked by Trismegistos ID
TM 31914.
Each record below describes this same artifact or text from a different angle.
[r,1]
κυρίῳ μου ἀδελφῷ Ἀπολλωνίωι
ὑπομνηματογράφῳ Ἰοῦστος χαίρειν.
ἔγραψέν μοι ὁ υἱὸς Διοσκουρίδης
περὶ Διογένους τοῦ υἱοῦ Μαρκέλλης ὡς τεθνεῶτος καὶ ἐχρῆν
σε, κύριέ μου ἄδελφε, εἰδότα ὡς
σοῦ χάριν ἐνθάδε διατρίβω,
κήδεσθαι καὶ φροντίζειν
τοῦ πράγματος ὑπὲρ τοῦ ἡμῖν
λυσιτελοῦντος. οἶδας γάρ, καὶ ἐὰν
ἐγὼ μὴ γράφω σοι, ὡς τὰ τῶν
ἀπελευθέρων ὑποστέλλει τοῖς
πάτρωσι. καλῶς οὖν ποιήσεις,
ἀναλαβών μου τὸ πρόσωπον,
ποιήσας τὸν υἱόν μου Διοσκουρίδην ἐπʼ ἀναγραφῇ ἔχειν
τά τε κτήνη καὶ τὴν συνκομιδὴν καὶ εἴ τι ἄλλο αὐτῷ
[…]…νεν, πρώτως ποιη[…]…ομιλω…ος αὐτὸν
[…]…ι τῶν ἐκεῖ ἀποκειμένων βιβλίων ἕνεκεν
[…] πάντα τὰ ἔνγραφα
[…]… ἀπόκειται. οἶδεν
Διοσκουρίδης οὗ λέγω
[…]…ρεντ…[…]…ων καὶ
[…]… κατὰ τοὺς νόμους
[…]…ωσκα…[…]ελθὼν
[…]ωμου η[…]νιδια
[…]ωνω…[…]νευσεν
[…]αξιωσι κατὰ τοὺς νόμους[…]…ειτω[…]οπαις
[…]ναφοβ[…]νοσο
[…]……νεμ…[…]αλέλειπται τῶν δια[…]…ντων
τῷ πράγματι. αἱ γὰρ φλυαρίαι τινῶν οὐδὲν οὐκέτι
ἰσχύουσι ἐν τῇ ἐπιβάσει τοῦ
κυρίου μου ἡγεμόνος. ἐὰν δὲ
φλυαρῇ Ὦρος, εἴ γε περίεστιν,
φάσκων αὐτοῦ εἶναι τοῦ ὄνομα ἔχειν πατρός, μαθέτω
ὅτι οὐδὲν ἰσχύσει
[r,2,ctr]
παρὰ τὸ δίκαιον. λέγω δὲ
ὅτι Καλόκερος, ὃν καὶ αὐτὸς οὐκ ἀγνοεῖ, ὅτι ἡμῖν
μᾶλλον συναρεῖται ἢ τῷ
προκειμένῳ Ὥρῳ. δηλῶ δέ σοι, ἵνα μηδέν σε
λανθάνῃ, ὅτι τὰ δοθέντα βιβλίδια ὑπὸ τοῦ ἀδελφοῦ σου κατά τινων συναρχόντων, ὡς θορύβου τινὸς γενομένου ἐν τῷ
γυμνασίῳ, ἐνθάδε ἐπέμφθη ἐπὶ τὴν λαμπροτάτην Ἀλεξάνδρειαν καὶ
ἐν ὅλῳ τῷ πραιτωρίῳ
ἠκούσθη, καὶ, ὡς ἔστι εἰπεῖν,
εἰς ὦτα ἦλθεν τοῦ αὐθέντου. ἵνα οὖν σκέψησθε τὸ συμφέρον αὐτῶν,
αὐτὸ τοῦτο ἐδήλωσά σοι.
περὶ τοῦ οὖν ἰσχαροσίμου,
καθὼς καὶ προεῖπον,
πάντα κυκώσας πρὸς
αὐτόν, ἐστʼ ἄν μοι κατανεύσῃ τοῦ ἐξελθεῖν, Ἀλέξανδρον οὐδʼ αὖ περιμένω ἵνα καὶ τὸ τῶν ϛ
ταλάντων ἀνύσω πρὸ
τοῦ ἐξέλθω. ἐὰν οὖν
ἔλθῃ μέχρι τῆς ιε ὅλης
τῆς ιε. ἐὰν δʼ ἄρα μή, καὶ ἐγὼ
ἐξέρχομαι. οὐ μέλλει γὰρ οὗτος ἐνάγειν πώποτε. περὶ
φλυαρίας γὰρ αὐτῷ ἐστιν, ὡς
οἶδας. περὶ τοῦ μετεώρου
τοῦ ἀπελευθέρου θαρρῶ ὅτι
οὐ μέλλεις ἀφησυχάζειν,
ἵνα μὴ παιχθῶμεν καὶ ὑπὸ τῶν ἰδιωτῶν. οὐ δέῃ
ἐντολῆς καὶ περὶ τῆς τρύγης
καὶ τῶν δανειστῶν. καὶ δηλωσάτω μοι.
[r,2,ms]
καὶ τὴν ῥύσιν καὶ το…[…]. ἐνετειλάμην σοι.
ἔρρωσό
μοι
[v]
κυρίῳ μου ἀδελφῷ Ἀπολλωνίῳ ὑπομνηματογράφῳ πρυτανεύσαντι
καὶ Διοσκουρίδῃ υἱῷ Ἰοῦστος.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.