p.oxy.55.3813
[r,1] κυρίῳ μου ἀδελφῷ Ἀπολλωνίωι ὑπομνηματογράφῳ Ἰοῦστος χαίρειν. ἔγραψέν μοι ὁ υἱὸς Διοσκουρίδης περὶ Διογένους τοῦ υἱοῦ Μαρκέλλης ὡς τεθνεῶτος καὶ ἐχρῆν σε, κύριέ μου ἄδελφε, εἰδότα ὡς σοῦ χάριν ἐνθάδε διατρίβω, κήδεσθαι καὶ φροντίζειν τοῦ πράγματος ὑπὲρ τοῦ ἡμῖν λυσιτελοῦντος…