no image
DDbDP-text
Letter from Dioscurides to Aquileus via HGV-meta
Linked by Trismegistos ID
TM 32645.
Each record below describes this same artifact or text from a different angle.
[r]
κυρίῳ μου ἀδελφῷ Ἀκυλέῳ Διοσκουρίδης
ἐν κυρίῳ χαίρειν.
πρὸ μὲν πάντων εὔχομαι τῷ δεσπότῃ Θεῷ
περὶ τῆς ὁλοκληρίας ὑμῶν· θαυμάζω πῶς
ἕως σήμερον οὐδεμίαν ἐπιστολήν μοι ἔπεμψας· ἢ σαπρὰ ἢ καλά, δὸς δύο ἄργυρα
καὶ γράψον μοι· κόμισον οὖν διὰ τοῦ πλοίου
Θεοδώρου τοῦ ἐπισκόπου ἡμῶν διὰ Ἠλίας
ναύτου σάμβαθον α ἔχον ἀργυρίου μυριάδας Βψ
ὁμοίως κόμισον διὰ πλοίου Ἀβάνου πλοίου ἰδίου ἄλλο κνίδιον διπλοῦν α κέρματος ἔχον
ἄλλας μυριάδας Δ · ὁμοῦ γίνεται τὰ δύο ἀγγεῖα …[…]…[…]…
α καὶ μυριάδες ψ · ὁμοίως κόμισον διὰ τοῦ αὐτοῦ πλοίου Ἀβάνου σιδήρου κεντηνάρια β τέως ἔχοντας τὰ β μάτια μη. διαμερίσατε οὖν σοι
καὶ ὁ ἀδελφός μου Διόσκορος καὶ πάλιν πέμπω
ὑμῖν ἄλλα· ἡ τιμὴ αὐτῶν γὰρ σήμερον μυριάδες ταλάντων σ .
οὐδὲ οὐκ ἔνι· τὴν νύκτα ἔβαλον αὐτὰ εἰς τὸ
πλοῖον· ὁμοίως ἀπέστειλά σοι διὰ πλοίου Ὡριγένους
υἱοῦ Ἡρᾶ οἴνου ὀμφακηρὰν πρωτείου α ὥστε
ἠγόρασες ὀμφακηρὰς κε τέως· ἤδη γὰρ ἐπλήρωκα αὐτῷ ἀγγείων ὅσον αὐτῆς τῆς παραγωγῆς αὐτῶν· μηδὲν οὖν δῷς αὐτῷ· ἐὰν κομίσῃς ταῦτα, γράψον μοι· καὶ ἤκουσα γὰρ ὅτι
[r,ms]
ἑστάκατε σὺ καὶ Ἰωάννης εἶτα κεφαλαιωτὰς
οὕτως οὖν ἀγοράσατε ὁμοῦ σὺ καὶ Διόσκορος
εἴδη καὶ πέμψον μοι ταχύ.
[v]
ἀλλὰ μὴ ἀμελήσῃς, κύριέ μου ἄδελφε· ὁμοῦ ἀγοράσατε εἴδη καλὰ
καὶ πέμψατέ μοι εἴδη ἤτοι λίτρα χωρικὰ ἢ λίτρα πρ ἤτοι κογχίσματα ἤτοι
χαλκώματα ἤτοι σπάθια ἤτοι ἁπαξαπλῶς μὴ ἀφηκες με· ἀργῶς
κάθημαι μόνος· εἰμὶ γὰρ εἰς τὴν ἀποθήκην ἡμῶν· οὐ δύναμαι γὰρ
σαλευθῆναι τῆς ἀποθήκης μου· πάντα τὰ θελόμενα πολλοῦ ἠγόρασται.
ἄρτι κυκλεύουσιν εἰς τὰς ἀποθήκας τὸ λίτρον τῶν α…. οὐγκιῶν ἀργύρων
κε τὸ χωρικὸν τῶν ιγ οὐγκιῶν ἀργύρων κ τὸ κόγχισμα τοῦ
α δε … μυριάδων λη τὸ αρ…ον μυριάδων γ… τὸ σπάθιον μυριάδων ν καὶ τὸ χάλκωμα
τοῦ α κεδ μυριάδων ταλάντων ων καὶ τάλαντα ρ· γέγονεν πάντα τὰ θελόμενα· πέμψον μοι
καταπλοιν καὶ πέμπω σοι κέρμα· τὸ νομισμάτιον σήμερον μυριάδων ψλ · εἰ δοκεῖ σοι, πέμψον μοι σπάθιον γάρου καὶ κεράμιον α ταριχῶν· ἀσπάζομαι πολλὰ
Ἑλένην καὶ Χωοῦς σὺν τῇ μητρὶ Ἁνου καὶ εἰπὲ τῷ ἀδελφῷ μου Ἀμυς
ὅτι μὴ νομίσῃς ὅτι ἐχθρός σού εἰμι· ἐὰν θέλῃς πέμψαι ἐξουσίαν ……·
ἐρρῶσθαι εὔχομαι.
☧ ἀποδὸς Ἀκυλέῳ παρὰ Διοσκουρίδου ἀδελφοῦ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.