no image
DDbDP-text
SB III 7244 Revised via HGV-meta
Linked by Trismegistos ID
TM 31058.
Each record below describes this same artifact or text from a different angle.
[r]
Ἡρακλείδης Διδύμῳ τῷ υἱῷ πολλὰ
χαίρειν.
γράφω σοι, ὅτι μὴ ἀμελήσῃς ὕπαγε πρὸς
Παμοῦτιν Πτιεκλ ἕνεκα τῶν ἀρουρῶν
εἰς μίσθωσιν ἢ αὐτὸν ἢ τοὺς παρὰ Πρωτάρχου ἢ τὸν ἀραβοτοξότην καὶ ὃ
μεταβεβλήκαμεν ὁμοῦ πέμψον αὐτίκα Παμοῦτι τὰ ἐνθάδε. εἶπον γὰρ τῷ ναυτικῷ ἵνα ἐνβάληται αὐτό. κόμισον παρὰ
Ἁρποκρατίωνος ληκύθιον μεστὸν ἐλαίου […]ρα
τ…κ[…]λον. μὴ ἀμελήσῃς δὲ πέμψαι περὶ τοῦ ἀδελφοῦ καί, ἐὰν δύνῃ, πέμψαι σύνολον
αὐτῷ. πέμψον ἧς τιμῆς ἐστιν ἐνθάδε.
Τακυβις Ἡλενῆτι τῇ θυγατρὶ χαίρειν.
κόμισον παρὰ Ἁρποκρατίωνος ἀρώματα
…δε…[…]ος καὶ τὰ ἀρώματα τὰ λαγάνια
…λο… καὶ δὸς Τυραννίτι, τὰ δὲ ἄλλα
ἀρώματα δὸς Τυραννίτι. αὐτῆς ἔστιν
[…]ρ[…]…α χαρτάρια τῶν ἀρωμάτων. δὸς
οὖν Καλλιόπῃ τι καὶ τὸ λειπόμενον ἄλλο δὸς
σὺν ᾧ ἔχεις παρά σοι Χαιρίδι τῇ γαμβρᾷ τοῦ
ἀδελφοῦ σου. κόμισον παρὰ Ἁρποκρατίωνος τὰ χάλκινα, δέξαι μοι αὐτὰ ἐρίδια καὶ πέμψον μοι αὐτά. Ἡρακλείδης …[…] ἐὰν τέμῃς τὸ κολόβιον, πέμψον μοι αὐτό, ἐὰν μὴ θέλῃς τεμεῖν αὐτό, πέμψον μοι λίνα πέντε. καὶ
κόμισον παρὰ Ἁρποκρατίωνος τὸ τρίχινον
…λον καὶ πέμψον μοι ζεύγη ψωμίων πέντε. ἄσπασαι τὴν μητέρα σου πολλὰ
καὶ Τυράννιν καὶ Ἀοῦσταν καὶ Νιννοῦτα
καὶ τοὺς ἐν τῇ οἰκίᾳ πάντας κατʼ ὄνομα.
ἄσπασαι Ἰσιδώραν πολλά, ἄσπασαι Καλλιόπην. Ἁδριανὸς Διδύμῳ χαίρειν.
εἰδέναι σε θέλω, ὅτι συνεζήτησεν Ἀγαθὸς
Δαίμων μετʼ ἐμοῦ ἕνεκα τῶν δραχμῶν ι
καὶ μετὰ τῆς ἀδελφῆς αὐτοῦ. ὤμοσα σοι,
ἐὰν προσέλθῃ σοι ὁ πράκτωρ τῆς Θεογονίδος, τελέσαι Πλουσίᾳ δραχμὰς ξ καὶ τὸ λοιπὸν τῆς
…[…]…[…]ς.
ἐρρῶσθαι ὑμᾶς εὔχομαι.
Κολλοῦθος Διδύμῳ χαίρειν. μὴ ἀμελήσῃς περὶ τῶν δραχμῶν η· ἀπὸ τοῦ Μεχεὶρ μέχρι Μεσορὴ γίνονται
δραχμαὶ ι. ἐὰν θέλῃς πέμψαι τὰ λίνα,
πέμψον, καὶ ἐγὼ δῶ τὸ κέρμα
ὑπέρ σου.
[v]
ἀπόδος Διδύμῳ παρὰ Ἡρακλείδου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.