Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

p.oxy.56.3860 spätes IVOxyrhynchos

Taesis to Tiro via HGV-meta

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

The same text in other collections

Linked by Trismegistos ID TM 33601. Each record below describes this same artifact or text from a different angle.

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

[r,ctr] τῷ κυρίῳ μου συνβίῳ Τίρωνι Ταῆσις πλεῖστα χαίρειν. πρό γε πάντων εὔχομαι τῷ κυρίῳ θεῷ ὅπως ὑγιαίνοντά σε καὶ εὐθυμοῦντα ἀπολαβεῖν τὰ παρʼ ἐμοῦ γράμματα. ἀσπάζεταί σε ὁ γλυκύτατος υἱὸς Δεκένβερ καὶ πάνυ πολλά σε ἐπιζητεῖ. ἐπειδὴ ἔγραψάς μοι ὅτι, Παμῖς ἔρχεται πρὸς σὲ καὶ φέρει σοι εἴδη, ἰδοὺ οὔπω ἦλθεν ἵνα καὶ ἐγὼ ἀμεριμνήσω, ἀλλὰ θερμοψυχῶ ὅτι οὐκ ἦλθεν. οὐδὲ Σαβινιανὸς οὐκ ἦλθεν ἵνα μοι ἐνέγκῃ ἃ ἔχεις εἰς Ὀξυρύνχον. ἐὰν εὕρῃς τινὰ ἀπερχόμενον εἰς Ὀξυρύνχον, γράψον αὐτῷ ἢ τῷ ὅσπει καὶ τῇ μητρί σου ἵνα ταχέως πέμψωσίν μοι αὐτά, ἕως ἔνι ὕδωρ εἰς τὴν διώρυγα. ἐὰν δὲ διαβῶσιν οἱ δύο μῆνες οὗτοι, οὐκ εὑρίσκουσιν ὕδωρ εἰς τὴν διώρυγα καὶ οὐκέτι δύνανται καταβῆναι ὧδε. ἰδοὺ ἐγὼ ἔγραψα Σαβινιανῷ καὶ τῷ ὅσπει καὶ περὶ ὧν ἔλαβον ἀπὸ Διογενῆτος ὀκτὼ σπαθία καὶ πεντήκοντα πέντε μυριάδας , καὶ ἔλαβον ἀπὸ Παβίωνος τεσσεράκοντα πέντε κνίδια καὶ ἓν ἀκκουβιτάριν καὶ δύο ὁλοκόττινα, καὶ ἔλαβον ἀπὸ Σίλα κράβακτον καὶ δύο στιχάρια λευκὰ καὶ παρδόσημον καὶ πέντε κνίδια κολυμβάδων καὶ τετράλασσον Εὐλαλιανόν. καὶ ἔπεμψέ μοι ὁ ἀδελφός σου ῥαφανίνου ἐλαίου ξέστας πεντήκοντα Παμῖ. ταῦτα μόνα ἔλαβον ἀπὸ πάντων. ἐπειδὴ ἔγραψά σοι ὅτι, ἔλαβον εἴκοσι πέντε μυριάδας διὰ τὸ βέστιν, οὐκ ἔλαβον αὐτὰ οὐδὲ τὰ ἱμάτια. Πλῶρες ἔχει τὰ πιττάκια τῶν ὅλων. ἐπειδὴ εἴρηκέ μοι ὅτι δίδω σοι αὐτὰ τούτου ἕνεκα ἐκείνῃ τῇ ἡμέρᾳ, διὰ τοῦτο ἔγραψά σοι. αὐτῇ τῇ ἡμέρᾳ τὸ στιχάριν τὸ λινοῦν μόνον ἔλαβον. καὶ περὶ τοῦ βουρδῶνος οὐ δύναμαι πέμψαι ἀργύριν [r,ms] διὰ τὴν χρείαν καὶ αὐτὸς λαμβάνει μοι τὴν ἀννῶναν καὶ ἐὰν ἔλθῃ τὰ εἴδη ἀπὸ τοῦ πλοίου, αὐτὸς φέρει αὐτά. [v] καὶ βλέπε, μὴ ἀμελῇς, κύριέ μου, διὰ ἃ ἔγραψά σοι· ἓξ μνᾶς πορφυρίου καὶ κρεμαστὸν λύχνον καὶ λυχνίαν καὶ χειρονίπτριον καλὸν καὶ δύο λίτρας καπνισμάτων καλῶν καὶ δύο κυάθους, ἕνα μικρὸν καὶ ἕνα μέγαν. καὶ ἰδοὺ ὑφαίνω τὸ χλαμύδιν σου. καὶ κεράμιν τοῦ μέλιτος πέμψον ἡμῖν καὶ σπούδασον ἐλθεῖν ταχέως πρὸς ἡμᾶς. καὶ ἂν μὴ δύνῃ ταχέως ἐλθεῖν πρὸς ἡμᾶς, καὶ ἂν γράψον ἡμῖν πότε ἔρχῃ, ἵνα καὶ ἡμεῖς εὐθυμήσωμεν. ἀσπάζεταί σε Ἀργῦρις καὶ Εἰουβῖνος καὶ Τρισκεντία. ἀσπάζεταί σε ὁ ὅσπις σου Ἀλέξανδρος μετὰ τῆς συνβίου καὶ τέκνων καὶ ἀπεκάκησα ἐγὼ ὁ Ἀλέξανδρος γράφων σοι τὰς ἐπιστολάς. καὶ ἐγράφη ἡ ἐπιστολὴ Μεχὶρ νεομηνίᾳ. καὶ γίνωσκε ὅτι Μουκιανὸς ἔλαβε τὸν βουρδῶνα καὶ τέσσαρας μυριάδας . πέμψον ἡμῖν μ…τ…ιν εἰς τὸ ἡμῶν ……ν. καὶ ὑλιστῆρα. πέμψον μοι κα… δηλιν. καὶ ὑλιστῆρα. ἀπόδος Τίρωνι ……ωριμ[…]… ὀφφικιαλίῳ τοῦ δουκὸς παρὰ Ταήσιος.

Connections

Found at Oxyrhynchus

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.
  • Inherited across the Trismegistos spine — a Trismegistos ID names one ancient text, and papyrology splits that text's description across databases: the edition in one, the date and provenance in another, the physical papyrus in a third. Fields tagged via … on this page were read from a sibling record under the same TM number, not asserted by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.