no image
DDbDP-text
Horigenes to Sarapammon via HGV-meta
Linked by Trismegistos ID
TM 33600.
Each record below describes this same artifact or text from a different angle.
[1]
τῷ δεσπότῃ μου καὶ ἀδελφῷ Σαραπάμμωνι
Ὡριγένης πλεῖστα χαίρειν.
πρὸ μὲν πάντων εὔχομαι τῇ θείᾳ προνοίᾳ περὶ τῆς ὁλοκληρίας σου ὅπως ὑγιαίνοντα καὶ εὐθυμοῦντα καὶ ἀπολαβεῖν τὰ παρʼ ἐμοῦ γράμματα, κύριέ μου ἄδελφε.
καθὼς ἔπεμψάς μοι Παπνοῦθιν, διὰ τῶν σῶν γραμμάτων
ἐδήλωσάς μοι ὥστε μοι ἀπαντήσω πρὸς σὲ εἰς τὴν Ὀξυρυγχιτῶν καὶ ἐπὶ τὴν ἐπαύριον κατεσχέθην ὑπὸ Πλουτάρχου στρατιώτου τοῦ ἡγεμόνος ὑπὲρ Ὡριγένους
πρόφασιν τῶν ἵππων, μετὰ τὸν θεὸν οὐδένα εὗρον
βοηθῆσαί μοι εἰ μὴ Ὡρίωνα τὸν προνοητὴν Ἀννιανοῦ.
μετὰ ταῦτα ἐβουλήθην ἀπαντῆσαι πρὸς σὲ καὶ ἤκουσα
[…]ου δευτέρου πάγου ποσάκις ηλ[…]ης ὀφειλῆς τῆς οὐσίας
[…]……ηθη ἐλθεῖν πρὸς σὲ
[…]…ιω μετὰ Ὡριγένους
[…]… καὶ τελέσαι ὑπὲρ
[…]ίνομαι. μὴ νομίσῃς
[…]… ἀνεχώρησα
[…]υ οἶδες καὶ σὺ τακ…
[…]…λαμβαν…ρ
[…]υν ἔγραψά σοι καὶ ου
[…]…καν διὰ τὴν ὁλοκληρίαν[…]ωδεευταθ…
[…]… Ἀμμωνίωνι. ἀσπάζω
[…]ἀσπάζω τὸν δεσπότην μου καὶ
ἀδελφὸν[…]ἀσπάζω τὴν ἀδελφήν μου Παλλαδίαν.
[2]
ἀσπάζω τὸν δεσπότην μου καὶ ἀδελφὸν Εὐλόγιον καὶ τὴν
σύνβιον αὐτοῦ καὶ τὴν θυγατέρα αὐτοῦ. ἀσπάζω τὴν ἀδελφήν μου Εὐκερᾶ. ἀσπάζω τὸν πατέρα μου Ψῦρον καὶ τὴν σύνβιον αὐτοῦ καὶ τὰ παιδία αὐτοῦ. ἀσπάζω τὸν ἀδελφόν μου
Ἥρωνα καὶ τὴν σύνβιον αὐτοῦ καὶ τὰ παιδία αὐτοῦ. ἀσπάζω
τὸν ἀδελφόν μου Αἰδέσιον καὶ τὴν σύνβιον αὐτοῦ καὶ τὸν υἱὸν
αὐτοῦ Θεόδουλον. ἀσπάζω τὴν μητέρα μου Ἀμοοκηρακη.
ἀσπάζω τὸν ἀδελφόν μου Ἁρποκρατίωνα καὶ τὴν σύνβιον αὐτοῦ καὶ τὴν θυγατέρα αὐτοῦ. ἀσπάζω Ἐπάγαθον καὶ τὴν
σύνβιον αὐτοῦ καὶ τὴν θυγατέρα αὐτοῦ καὶ τὴν γαμβρὰν αὐτοῦ.
ἀσπάζω τὸν ἀδελφόν μου Μαρτῖνον καὶ τὴν σύνβιον αὐτοῦ
καὶ τὰ παιδία αὐτοῦ. ἀσπάζω τὸν ἀδελφόν μου Εὐγένιν καὶ τὴν
σύνβιον αὐτοῦ καὶ τὰ παιδία αὐτοῦ. ἀσπάζω τὴν ἀδελφήν μου
Ἀΐαν καὶ τὰ παιδία αὐτῆς. ἀσπάζω τὴν μητέρα μου Ταννοῦν
καὶ τὰ παιδία αὐτῆς. ἀσπάζω τὸν ἀδελφόν μου Πάξαμον καὶ τὴν
σύνβιον αὐτοῦ. ἀσπάζω Ταυῆν καὶ τὴν ἀδελφὴν αὐτῆς. ἀσπάζω
τὸν ἀδελφόν μου Ερηνες. ἀσπάζω τὸν ἀδελφόν μου Ἀγαθαφέρον.
καὶ τὸν ἀδελφόν μου Ἐπάγαθον καὶ τὸν ἀδελφόν μου Ἀπίωνα.
ἀσπάζω τὸν ἀδελφόν μου Σακαῦ καὶ τὸν ἀδελφόν μου Ἀμᾶιν.
ἀσπάζω τὸν ἀδελφόν μου Σιλβανὸν ὀνηλάτην καὶ τὴν σύνβιον
αὐτοῦ. ἀσπάζω τὸν ἀδελφόν μου Παῦλον ὀνηλάτην καὶ τὴν
σύνβιον αὐτοῦ καὶ τὰ παιδία αὐτοῦ. ἀσπάζω τὴν ἀδελφήν μου
Διονυσίαν. ἀσπάζω ὑμᾶς πάντας κατʼ ὄνομα.
ἐρρῶσθαί
σε εὔχομαι πολλοῖς
χρόνοις, κύριέ μου ἄδελφε.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.